Αἱ δὲ βρονταὶ αἱ μὲν χειμεριναὶ καὶ ἑωθιναὶ μᾶλλον ἄνεμον ἢ ὕδωρ σημαίνουσιν· αἱ δὲ θεριναὶ μεσημβρίας καὶ ἑσπεριναὶ βρονταὶ ὑδατικὸν σημεῖον. ἀστραπαὶ δὲ ἐάν γε πανταχόθεν γένωνται, ὕδατος ἂν ἢ ἀνέμου σημεῖον, καὶ ἑσπεριναὶ ὡσαύτως. καὶ ἐὰν ἀκρορίας νότου πνέοντος νοτόθεν ἀστράψῃ, ὕδωρ σημαίνει ἢ ἄνεμον. καὶ ζέφυρος ἀστράπτων πρὸς βορείου ἢ χειμῶνα ἢ ὕδωρ σημαίνει. καὶ θέρους αἱ ἑσπέριαι ἀστραπαὶ ὕδωρ αὐτίκα σημαίνουσιν ἢ ¹ Sch. cites Plin. 18. 364, vermes terreni erumpentes, as representing this, which seems doubtful. 2 cf. Plin. 18. 361; Cic. Div. 2. 70. ³ ἐὰν τῷ. ? ἐὰν ἐν τῷ. τριῶν ἡμερῶν. καὶ ὀπώρας βορρᾶθεν ἀστραπαὶ ὑδατικὸν σημεῖον. Ἡ Εὔβοια ὅταν διαζωσθῇ μέση, ὕδωρ διὰ ταχέων. καὶ ἐὰν ἐπὶ τὸ Πήλιον νεφέλη προσίζῃ. ὅθεν ἂν προσίζῃ, ἐντεῦθεν ὕδωρ ἢ ἄνεμον σημαίνει. ὅταν ἶρις γένηται, ἐπισημαίνει· ἐάν τε πολλαὶ ἴριδες γένωνται, σημαίνει ὕδωρ ἐπὶ πολύ. ἄλλὰ πολλάκις καὶ οἱ ὀξεῖς ἥλιοι, ὅταν ἐκ νεφέλης. μύρμηκες ἐν κοίλῳ χωρίῳ ἐὰν τὰ ᾠὰ ἐκφέρωσιν ἐκ τῆς μυρμηκιᾶς ἐπὶ τὸ ὑψηλὸν χωρίον, ὕδωρ σημαίνουσιν, ἑὰν δὲ καταφέρωσιν, εὐδίαν. ἑὰν παρήλιοι δύο γένωνται καὶ ὁ μὲν νοτόθεν ὁ δὲ βορρᾶθεν, καὶ ἅλως ἅμα ὕδωρ διὰ ταχέων σημαίνουσι. καὶ ἅλως αἱ μέλαιναι ὑδατικὸν καὶ μᾶλλον αἱ δείλης.