Καὶ ὁ σπίνος ἐν οἰκίᾳ οἰκουμένῃ ἐὰν φθέγξηται ἔωθεν, ὕδωρ σημαίνει ἢ χειμῶνα. καὶ χύτρα σπινθηρίζουσα πᾶσα περίπλεως ὕδατος σημεῖον. καὶ ἴουλοι πολλοὶ πρὸς τοῖχον ἕρποντες ὑδατικόν. δελφὶς παρὰ γῆν κολυμβῶν καὶ ἀναδυόμενος πυκνὰ ὕδωρ ἢ χειμῶνα σημαίνει. Ὕμηττος ἐλάττων, ἄνυδρος καλούμενος, ἐὰν τῷ κοίλῳ νεφέλιον ἔχῃ, ὕδατος σημεῖον· καὶ ἐὰν ὁ μέγας Ὕμηττος τοῦ θέρους ἔχῃ νεφέλας ἄνωθεν καὶ ἐκ πλαγίου, ὕδατος σημεῖον. καὶ ἐὰν ὁ ἄνυδρος Ὕμηττος λευκὰς ἔχῃ ἄνωθεν καὶ ἐκ πλαγίου. καὶ ἐὰν περὶ ἰσημερίαν λὶψ πνεύσῃ, ὕδωρ σημαίνει.