Ὄρνιθες λουόμενοι μὴ ἐν ὕδατι βιοῦντες ὕδωρ ἢ χειμῶνας σημαίνουσι. καὶ φρύνη λουομένη καὶ βάτραχοι μᾶλλον ᾄδοντες σημαίνουσιν ὕδωρ. καὶ ἡ σαύρα φαινομένη, ἣν καλοῦσι σαλαμάνδραν, ἔτι δὲ καὶ χλωρὸς βάτραχος ἐπὶ δένδρου ᾄδων ὕδωρ σημαίνει. χελιδόνες τῇ γαστρὶ τύπτουσαι τὰς λίμνας ὕδωρ σημαίνουσι. βοὺς τὴν προσθίαν ὁπλὴν λείξας χειμῶνα ἢ ὕδωρ σημαίνει. ἐὰν ¹ cf. 37. ² ὕδατος ins. Furl. ³ Plin. 18. 344. ⁴ Plin. 18. 356. 5 ὑετοῦ δὲ σημεῖα bracketed by Sch. 6 cf. Arist. Meteor. 3. 4; Plut. Quaest. Nat. 1. 2. 7 cf. 42. 8. i.e. breaks up into small ‘grains’) (?) cf. 25, 42, 54. δὲ εἰς τὸν οὐρανὸν ἀνακύπτων ὀσφραίνηται, ὕδωρ σημαίνει. Κορώνη ἐπὶ πέτρας κορυσσομένη ἣν κῦμα κατακλύζει ὕδωρ σημαίνει· καὶ κολυμβῶσα πολλάκις καὶ περιπετομένη ὕδωρ σημαίνει. κόραξ πολλὰς μεταβάλλειν εἰωθὼς φωνάς, τούτων ἐὰν ταχὺ δὶς φθέγξηται καὶ ἐπιρροιζήσῃ καὶ τινάξῃ τὰ πτέρα, ὕδωρ σημαίνει. καὶ ἐὰν ὑετῶν ὄντων πολλὰς μεταβάλλῃ φωνὰς καὶ ἐὰν φθειρίζηται ἐπ᾿ ἐλαίας. καὶ ἐάν τε εὐδίας ἐάν τε ὕδατος ὄντος μιμῆται τῇ φωνῇ οἷον σταλαγμούς, ὕδωρ σημαίνει. ἐάν τε κόρακες ἐάν τε κολοιοὶ ἄνω πέτωνται καὶ ἱερακίζωσιν, ὕδωρ σημαίνουσι. καὶ ἐὰν κόραξ εὐδίας μὴ τὴν εἰωθυῖαν φωνὴν ἵῃ καὶ ἐπιρροιβδῇ, ὕδωρ σημαίνει.