<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0093.ogl001.1st1K-grc1"><div type="textpart" subtype="chapter" n="9"><div type="textpart" subtype="section" n="41"><p>διὸ καὶ εἰς ἀγγεῖα
μολυβδᾶ ἐγχέουσι καὶ τοὺς ἀλαβάστρους ζητοῦσι
τοιούτου λίθου· ψυχρὸν γὰρ καὶ πυκνὸν καὶ ὁ

<pb n="364"/>
μόλυβδος καὶ ὁ λίθος ὁ τοιοῦτος· καὶ ἄριστος
τοῖς μύροις ὁ μάλιστα τοιοῦτος. ὥστε δι᾿ ἄμφω
τηροῦσι, καὶ τῷ ψυχρῷ καὶ τῷ πυκνῷ, μήτε
διιέντες ἔξω τὴν ὀσμὴν μήθ᾿ ὅλως ἐπιδεχόμενοι
μηδέν. καὶ γὰρ ἡ ἀναπνοὴ φθείρει καὶ τὸ ἔξωθεν
ἐπεισιὸν καὶ ἀλλότριον· ἐπεὶ καὶ τὰ πνεύματα
φθείρει καὶ καταναλίσκει, καθάπερ ἐλέχθη, τὰς
ὀσμάς, ἄλλως τε καὶ τὰς μὴ φυσικάς.</p></div></div><div type="textpart" subtype="chapter" n="10"><div type="textpart" subtype="section" n="42"><p> X. Κεφαλαλγῆ δὲ τῶν μὲν πολυτελῶν τὸ
ἀμαράκινον καὶ τὸ νάρδινον καὶ μεγαλεῖον, τῶν
δ᾿ εὐτλῶν ὅλως μὲν τὰ πλεῖστα μάλιστα δὲ τὸ
δάφνινον. ἐλαφρότατα δὲ τὸ ῥόδινον καὶ ἡ
κύπρος, ἃ καὶ τοῖς ἀνδράσι μάλιστα ἁρμόττειν
δοκεῖ, καὶ πρὸς τούτοις τὸ κρίνον· ταῖς δὲ γυναιξὶν
ἡ στακτὴ καὶ τὸ μεγαλεῖον καὶ τὸ Αἰγύπτιον καὶ
τὸ ἀμαράκινον καὶ τὸ νάρδινον· διὰ γὰρ τὴν
ἰσχὺν καὶ τὸ πάχος οὐκ εὐαπόπνοα οὐδ᾿ εὐαφαίρετα·
ζητοῦσι τὰ χρόνια.</p></div></div></div></body></text></TEI>