<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0093.ogl001.1st1K-grc1"><div type="textpart" subtype="chapter" n="9"><div type="textpart" subtype="section" n="39"><p> Τὰ δ᾿ ἄνθινα πάντα ἀσθενῆ. συμβαίνει δὲ
τοῖς ἀνθίνοις ἀκμάζειν μὲν ὡς ἐπὶ τὸ πᾶν μετὰ
δίμηνον, μεταβάλλειν δ᾿ ἐπὶ τὸ χεῖρον ἐνιαυτοῦ
προελθόντος καὶ περικαταλαβούσης τῆς ὥρας
ἐν ᾗ τὴν ἀκμὴν λαμβάνει τὸ ἄνθος. ἀνὰ λόγον
δὲ τῇ ἀσθενείᾳ καὶ τὸ εὐπέπαντα εἶναι καὶ ὅλως
εὐδιάπνευστα· τὰ δ᾿ ἐκ τῶν ῥιζῶν καὶ τῶν λοιπῶν
χρονιώτερα· πλείων γὰρ ἡ ὀσμὴ καὶ ἰσχυροτέρα
καὶ σωματωδεστέρα.</p></div><div type="textpart" subtype="section" n="40"><p> Διαφθείρει δὲ τὰ μύρα καὶ ὥρα θερμὴ καὶ
τόπος καὶ ὁ ἥλιος, ἂν τεθῶσι· διὸ καὶ οἱ μυροπῶλαι
ζητοῦσι τὰς οἰκίας ὑπερῴους καὶ μὴ
προσηλίους ἀλλ᾿ ὅτι μάλιστα παλισκίους· ἀφαιρεῖται
γὰρ τὰς ὀσμὰς ὁ ἥλιος καὶ τὸ θερμὸν καὶ
ὅλως ἐξίστησι τῆς φύσεως μᾶλλον τοῦ ψυχροῦ·
τὸ δὲ ψυχρὸν καὶ ὁ πάγος, εἰ καὶ ἀοσμότερον
ποιεῖ διὰ τὸ συστέλλειν, ἀλλ᾿ οὐκ ἀφαιρεῖταί
γε τὴν δύναμιν τελέως. ἡ πονηρὰ γὰρ φθορά,
καθάπερ τῶν οἴνων καὶ τῶν ἄλλων χυλῶν, τῷ
τὸ οἰκεῖον ἀφαιρεῖσθαι θερμόν.</p></div></div></div></body></text></TEI>