Τὰ δ᾿ ἄνθινα πάντα ἀσθενῆ. συμβαίνει δὲ τοῖς ἀνθίνοις ἀκμάζειν μὲν ὡς ἐπὶ τὸ πᾶν μετὰ δίμηνον, μεταβάλλειν δ᾿ ἐπὶ τὸ χεῖρον ἐνιαυτοῦ προελθόντος καὶ περικαταλαβούσης τῆς ὥρας ἐν ᾗ τὴν ἀκμὴν λαμβάνει τὸ ἄνθος. ἀνὰ λόγον δὲ τῇ ἀσθενείᾳ καὶ τὸ εὐπέπαντα εἶναι καὶ ὅλως εὐδιάπνευστα· τὰ δ᾿ ἐκ τῶν ῥιζῶν καὶ τῶν λοιπῶν χρονιώτερα· πλείων γὰρ ἡ ὀσμὴ καὶ ἰσχυροτέρα καὶ σωματωδεστέρα. Διαφθείρει δὲ τὰ μύρα καὶ ὥρα θερμὴ καὶ τόπος καὶ ὁ ἥλιος, ἂν τεθῶσι· διὸ καὶ οἱ μυροπῶλαι ζητοῦσι τὰς οἰκίας ὑπερῴους καὶ μὴ προσηλίους ἀλλ᾿ ὅτι μάλιστα παλισκίους· ἀφαιρεῖται γὰρ τὰς ὀσμὰς ὁ ἥλιος καὶ τὸ θερμὸν καὶ ὅλως ἐξίστησι τῆς φύσεως μᾶλλον τοῦ ψυχροῦ· τὸ δὲ ψυχρὸν καὶ ὁ πάγος, εἰ καὶ ἀοσμότερον ποιεῖ διὰ τὸ συστέλλειν, ἀλλ᾿ οὐκ ἀφαιρεῖταί γε τὴν δύναμιν τελέως. ἡ πονηρὰ γὰρ φθορά, καθάπερ τῶν οἴνων καὶ τῶν ἄλλων χυλῶν, τῷ τὸ οἰκεῖον ἀφαιρεῖσθαι θερμόν.