<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0093.ogl001.1st1K-grc1"><div type="textpart" subtype="chapter" n="9"><div type="textpart" subtype="section" n="37"><p> IX. Κρᾶσις δὲ καὶ μῖξις οὐκ ἔστιν ὡρισμένη
τῶν ἀρωμάτων, ὥστ᾿ ἐκ τῶν αὐτῶν ἀεὶ χρηστὰ
καὶ ὅμοια γίνεσθαι, ἀλλοῖα δὲ συμβαίνει διὰ τὴν
ἀνωμαλίαν τῶν δυνάμεων τῶν ἐν τοῖς ἀρώμασι.
τῆς δ᾿ ἀνωμαλίας αἰτίαι πλείους. μία μέν, ἥπερ
καὶ τοῖς ἄλλοις καρποῖς, ἡ τοῦ ἔτους κατάστασις·
αὕτη γὰρ πολυχουστέρας ὁτὲ δ᾿ ἀσθενεστέρας
τὰς δυνάμεις <add cause="omitted">ποιεῖ</add>. ἑτέρα δὲ ἐν τῇ συλλογῇ,
τὸ προτερῆσαι τῆς ἀκμῆς ἡ ὑστερῆσαι· καὶ γὰρ
τοῦτο οὐ μικρὸν διαφέρει. τρίτη δ᾿ ἡ μετὰ τὴν
συλλογήν, ὅσα χρόνου δεῖται πρὸς τὴν ἀκμήν,
ὥσπερ ἐλέχθη· καὶ γὰρ ἐνταῦθά ἐστι τὸ προτερεῖν
καὶ ὑστερεῖν.</p></div><div type="textpart" subtype="section" n="38"><p> Τούτων δὲ τὸ μὲν τῶν ἐτῶν οὐκ ἐφ᾿ ἡμῖν, πλὴν
εἰς τὸ εἰδέναι τὰ ποῖα σφοδροτέρας καὶ ἀσθενεστέρας
ἔχει τὰς δυνάμεις· τὰ δὲ κατὰ τὰς ἀκμὰς
τῆς τε συλλογῆς καὶ μετὰ τὴν συλλογὴν ἐφ᾿
ἡμῖν ἐστί, τῷ εἰδότι μᾶλλον τὸ ἐπιτυγχάνειν.</p><p>Ἡ μὲν οὖν γένεσις καὶ σύνθεσις τῶν μύρων ἐκ
τούτων.</p><pb n="362"/><p>Πολυχρονιώτστον δ᾿ ἐστὶ τό τ᾿ Αἰγύπτιον καὶ
τὸ ἴρινον καὶ τὸ ἀμαράκινον καὶ τὸ νάρδινον,
πάντων δὲ μάλιστα ἡ στακτή, διαμένει γὰρ
ὁποσονοῦν χρόνον. μυροπώλης δέ τις ἔφη παρ᾿
αὐτῷ μεμενηκέναι Αἰγύπτιον μὲν ὀκτὼ ἔτη, ἴρινον
δὲ εἴκοσι, καὶ ἔτι διαμένειν βέλτιον ὂν τῶν ἀκμαζόντων.
ἡ μὲν οὖν χρονιότης ἐν τούτοις.</p></div></div></div></body></text></TEI>