<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0093.ogl001.1st1K-grc1"><div type="textpart" subtype="chapter" n="7"><div type="textpart" subtype="section" n="35"><p> Τὰς μὲν οὖν φύσεις καὶ δυνάμεις τῶν ἀρωμάτων
ἐκ τούτων θεωρητέον.</p></div></div><div type="textpart" subtype="chapter" n="8"><p>VIII. Δοκεῖ δὲ τὸ μεγαλεῖον ἀφλέγμαντον
εἶναι παντὸς τραύματος· τὸ δὲ ῥόδινον ἄριστον
πρὸς τὰ ὦτα. ταῦτα δ᾿ οὐκ ἀλόγως. τοῦ μὲν
γὰρ ἡ σύνθεσις ἐκ ῥητίνης κεκαυμένης, ὥσπερ
ἐλέχθη, καὶ κασίας καὶ κιναμώμου καὶ σμύρνης,
ἅπαντα δὲ ταῦτα στυπτικὰ καὶ ξηραντικά. τὸ
δὲ ῥόδινον τοῖς ὠσὶν ἀγαὸν ὅτι ἐν ἁλσὶν ἡ
ποίησις· ἀναξηραίνει γὰρ καὶ ἐκθερμαίνει διὰ
τοὺς ἄλας· διὸ καὶ ἡ ἁλοσάχνη ἀγαθόν. ἀλλὰ
τὸ τῆς στραγγουρίας λόγου δεῖται· καὶ γὰρ ταύτῃ
λέγουσι μάλιστα βοηθεῖν. αἴτιον δ᾿ ἂν εἴη διότι
πᾶν τὸ ὑπεξάγειν μέλλον ἀναλῦσαι δεῖ πρότερον
τὸ ὑπεξαχθησόμενον· τοῦτο δὲ οἱ ἅλες ποιοῦσιν,
ἡ δ᾿ εὐωδία τὴν ὁρμὴν ἀπέδωκε.</p><div type="textpart" subtype="section" n="36"><p> Διὰ τί δὲ τὸ ἴρινον εὔοσμον μὲν οὐ ποιεῖ δὲ τὴν
ὁρμήν; ἢ διότι στυπτικὸν καὶ συνάγει τοὺς
πόρους, ὥστε συγκλείσει κωλύειν τὴν δίοδον;
ἀλλὰ καὶ κοιλίας λυτικὴ διά τε τὴν θερμότητα
καὶ διὰ τὸ ἀποστύφειν τοὺς ἐπὶ τὴν κύστιν
πόρους· ἀποκλειομένων γὰρ τούτων εἰς τὴν
κοιλίαν ἡ συρροή. τὸ δὲ ὅλον φαρμακῶδες καὶ
<note type="footnote">¹ cf. C.P. 6. 14. 8 and 11.</note>

<pb n="360"/>
τὸ ἴρινον καὶ ἄλλα τῶν μύρων. ἡ δ᾿ αἰτία πάντων
ὡς καθόλου εἰπεῖν ἐν ταῖς δυνάμεσι ταῖς εἰρημέναις,
ὅτι στυπτικὰ καὶ θερμαντικά· τὰ ἀρώματα
γὰρ τὰ τοιαῦτα φαρμακώδη. ταῦτα μὲν
οὖν ἔξω τῆς τέχνης.</p></div></div></div></body></text></TEI>