Ὁ δὲ σχοῖνος δηκτικώτερον μὲν τοῦ καλάμου καὶ θερμότερον, στυπτικὰ δὲ ὁμοίως ἄμφω. τούτων δὲ στυπτικώτερον τὸ κύπειρον. στύφει δὲ καὶ ἡ ἀσπάλαθος ἡ εὐώδης. ἡ δὲ νάρδος δηκτικὴ μετὰ θερμότητος. τὸ δὲ μάρον καὶ τὸ χρῶμα τὸ εἰς τὸ ἀμαράκινον ἐμμιγνύμενον θερμαντικά. συνεργεῖ δὲ καὶ τῆς ἀγχούσης τὸ ῥιζίον εἰς τὴν χρόαν τοῦ ῥοδίνου καὶ τῆς ἴριδος. Νέα μὲν οὖν ὄντα τῶν ἀρωμάτων ἔνια δυνάμεις μὲν εὐθὺς ἔχει βαρείας καὶ δριμείας, παλαιούμενα δὲ μέχρι τῆς ἀκμῆς γλυκαίνεται, εἶτ᾿ ἀναλύεται πάλιν. οἷον ἡ ἶρις εἰς μὲν τὴν ἐργασίαν ἀκμάζει μετὰ τὴν συλλογὴν τρία ἔτη, καὶ διαμένει δὲ πλεῖστον χρόνον ἓξ ἔτη. τὸ δὲ μάρον ἔτη δύο. ἡ δὲ σμύρνα δέκα ἔτη διαμένει βελτίων γενομένη. παραπλησίως δὲ τούτοις ἡ τῆς ἀκμῆς διαμονὴ καὶ τοῦ κιναμώμου καὶ τοῦ κόστου καὶ τῆς κασίας. σχοῖνος δὲ καὶ κάλαμος παρακμάζει ταχύ. τῶν δ᾿ ἀνθῶν τὰ μὲν εὐθὺς χλωρὰ ὄντα 1· cf. Plin. 21. 42. ² cf. Index. σχοῖνος (2). ³ cf. Index, κάλαμος ὁ εὐώδης. τὰς δυνάμεις ἔχει, καθάπερ τὸ ῥόδον, τὰ δὲ ξηρανθέντα, καθάπερ ὁ κρόκος καὶ ὁ μελίλωτος· χλωρὰν γὰρ ὑγρότερα.