<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0093.ogl001.1st1K-grc1"><div type="textpart" subtype="chapter" n="6"><div type="textpart" subtype="section" n="31"><p> Ποιοῦσι δὲ καὶ τὶ μὲν ἀχρωμάτιστα τὰ δὲ
κεχρωματισ μένα. χρωματίζουσι δὲ ἀμαράκινον
ῥόδινον μεγαλεῖον, ἀχρωμάτιστα δὲ τῶν μὲν
πολυτελῶν Αἰγύπτιον μήλινον κύπρος, τὰ δ᾿
εὐτελῆ πάντα· ταῦτα δὲ ἀχρωμάτιστα διότι τὸ
μὲν Αἰγύπτιον καὶ τὴν κύπρον λευκὰ εἶναι βούλονται,
τῷ δὲ μηλίνῳ τὴν τῶν μήλων χρόαν, τοῖς
δ᾿ εὐτελέσιν οὐ λυσιτελεῖ τὸ χρῶμα προστιθέναι.
χρωματίζουσι δὲ τὰ μὲν ἐρυθρὶ τῇ ἀγχούσῃ, τὸ δ᾿
ἀμαράκινον τῷ καλουμένῳ χρώματι· τοῦτο δ᾿
ἐστὶ ῥιζίον ὅ ἄγουσιν ἐκ τῆς Συρίας.</p></div></div><div type="textpart" subtype="chapter" n="7"><div type="textpart" subtype="section" n="32"><p> VII. Συνεργεῖν δὲ δοκοῦσι πρὸς τάς γεύσεις
οὐχ αἱ ὀδμαὶ μόνον ἀλλὰ καὶ αἱ δριμύτητες καὶ
αἱ θερμότητες ἐνίων, διὸ καὶ τῶν οἴνων τισὶ τὰ
τοιαῦτα μιγνύντες ὥσπερ κέντρον ἐμποιοῦσιν.
ἔστι δὲ ἡ μὲν σμύρνη θερμὴ καὶ δηκτικὴ μετὰ

<pb n="356"/>
στύψεως, ἔχει δὲ καὶ πικρίαν. τὸ δὲ κινάμωμον
δριμύτητά τινα μετρίαν μετὰ θερμότητος. παραπλησίως
δὲ καὶ τὸ κόστον. ἡ δὲ κασία τούτων
ὑπερβάλλει θερμότητι καὶ δριμύτητι καὶ στύψει.
θερμὴ δὲ καὶ στυπτικὴ καὶ ἡ ἶρις, καθ᾿ ὑπερβολὴν
δὲ καὶ πικρὰ νέα οὖσα καὶ τὸν χρῶτα τῶν ἐργαζομένων
ἀφελκοῖ. δηκτικὸν δὲ καὶ τὸ καρδάμωμον
μετὰ θερμότητος. τοῦ δὲ βαλσάμου ὁ μὲν
ὀπὸς καὶ τὸ καρπίον ἀνδρικώτερα πρὸς ἀμφότερα
ταῦτα, τὸ δὲ ξύλον ἀσθενέστερον. παραπλησίαν
δ᾿ ἔχει τούτῳ δύναμιν καὶ τὸ ἄμωμον.</p></div></div></div></body></text></TEI>