<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0093.ogl001.1st1K-grc1"><div type="textpart" subtype="chapter" n="6"><div type="textpart" subtype="section" n="29"><p> Ἔτι δ᾿ ἐκ πλειόνων τούτου τὸ μεγαλεῖον· καὶ
γὰρ ἐκ κιναμώμου <gap reason="omitted"/> καὶ ἐκ τῆς σμύρνης κοπτομένης
ἔλαιον ῥεῖ· στακτὴ γὰρ καλεῖται διὰ τὸ
μικρὸν στάζειν. ὃ δὴ μόνον τινές φασιν
ἀπλοῦν εἶναι καὶ ἀσύνθετον τῶν μύρων τὰ δ᾿
ἄλλα πάντα σύνθετα, πλὴν τὰ μὲν ἐκ πλειόνων
τὰ δ᾿ ἐξ ἐλαττόνων, ἐξ ἐλαχίστων δὲ τὸ ἴρινον. οἱ
μὲν οὖν οὕτω λέγουσιν, οἱ δὲ τὴν ἐργασίαν τῆς
στακτῆς εἶναι τοιάνδε· τὴν σμύρναν ὅταν κόψωσι
καὶ διατήξωσι ἐν ἐλαίῳ βαλανίνῳ πυρὶ μαλακῷ
ὕδωρ ἐπιχεῖν θερμόν· συνιζάνειν δ᾿ εἰς βυθὸν τὴν
σμύρναν καὶ τοὔλαιον καθάπερ ἰλύν· ὅταν δὲ
τοῦτο συμβῇ, τὸ μὲν ὕδωρ ἀπηθεῖν τὴν δ᾿ ὑπόστασιν
ποθλίβειν ὀργάνοις.</p></div><div type="textpart" subtype="section" n="30"><p> Τὸ δὲ μεγαλεῖον ἐκ ῥητίνης κεκαυμένης συντίθεσθαι
καὶ ἐλαίου βαλανίνου· μίγνυσθαι δὲ
κασίαν κινάμωμον σμύρναν. πλείστην δὲ πραγματείαν
περὶ τὸ μεγαλεῖον καὶ τὸ Αἰγύπτιον εἶναι,
<note type="footnote">¹ cf. H.P. 9. 7. 3; C.P. 6. 11. 13.</note>
<note type="footnote">2 cf. H.P. 2. 8. 4. σπάθην appears to be a conj. of W. for
vulg. πλάτην: ἐλάτην Turn. cf. LS. 8. r.</note>
<note type="footnote">³ Said to be called after the inventor, one Megallos: cf.
Plin. 13. 13.</note>

<pb n="354"/>
πλείστων γὰρ μίξιν καὶ πολυτελεστάτων. τῷ δὲ
μεγαλείῳ καὶ τὸ ἔλαιον ἕψεσθαι δέχ᾿ ἡμέρας καὶ
δέκα νύκτας, εἶτα οὕτως τὴν ῥητίνην ἐμβάλλεσθαι
καὶ τἆλλα· δεκτικώτερον γὰρ ἀφεψηθέν. τὸ δ᾿
ἀμαράκινον τὸ χρηστὸν ἐκ τῶν βελτίστων ἀρωμάτων
συντίθεσθαι χωρὶς ἀμαράκου· τούτῳ δ᾿ οὐ
χρῆσθαι μόνῳ τῶν ἀρωμάτων τοὺς μυρεψοὺς οὐδ᾿
εἰς ἓν μύρον, ἀλλὰ ψευδώνυμός τις ἡ ἐπίκλησις.</p></div></div></div></body></text></TEI>