<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0093.ogl001.1st1K-grc1"><div type="textpart" subtype="chapter" n="6"><div type="textpart" subtype="section" n="27"><p> VI. Ἅπαντα δὲ συντίθενται τὰ μύρα τὰ μὲν
ἀπ᾿ ἀνθῶν τὰ δὲ ἀπὸ φύλλων τὰ δὲ ἀπὸ κλωνὸς
τὰ δ᾿ ἀπὸ ῥίζης τὰ δ᾿ ἀπὸ ξύλων τὰ δ᾿ ἀπὸ καρποῦ
τὰ δ᾿ ἀπὸ δακρύων. μικτὰ δὲ πάνθ᾿ ὡς
εἰπεῖν. ἀπ᾿ ἀνθῶν μὲν οἷον τὸ ῥόδινον καὶ τὸ
λευκόϊνον. καὶ τὸ σούσινον· καὶ γὰρ τοῦτο ἐκ
τῶν κρίνων· ἔτι δὲ τὸ σισύμβρινον καὶ τὸ ἑρπύλλινον
καὶ ἡ κύπρος καὶ πρὸς τούτοις τὸ κρόκινον·
βέλτιστος δ᾿ ἐν Αἰγίνῃ καὶ Κιλικίᾳ. ἀπὸ δὲ τῶν
φύλλων οἷον τό τε μύρρινον καὶ τὸ οἰνάνθινον·
αὕτη δ᾿ ἐν Κύπρῳ φύεται ὀρεινὴ καὶ πολύοδμος·
ἀπὸ δὲ τῆς ἐν τῇ Ἑλλάδι οὐ γίνεται διὰ τὸ
ἄοδμον.</p></div><div type="textpart" subtype="section" n="28"><p> Ἀπὸ ῥιζῶν δὲ τό τε ἴρινον καὶ τὸ νάρδινον καὶ
τὸ ἀμαράκινον ἐκ τοῦ κόστου· τοῦτο γὰρ ἀνομάζουσι
<note type="footnote">¹ cf. Diosc. 1. 58.</note>
<note type="footnote">² 1 have bracketed καὶ as suggested by Sch.</note>
<note type="footnote">3 This passage, with some variations, is quoted by Athen.
15. 39. 4 cf. Plin. 13. 11.</note>
<note type="footnote">5 cf. H.P. 6. 6. 11. for the plant, and for the perfume
Athen. 15. 38.</note>

<pb n="352"/>
τὴν ῥίζαν. τὸ δὲ χρίσμα τὸ Ἐρετρικὸν
ἐκ τοῦ κυπείρου. κομίζεται δὲ ἀπὸ τῶν Κυκλάδων
τὸ κύπειρον. ἀπὸ ξύλου δὲ ὁ φυῖνιξ καλούμενος·
ἐμβάλλουσι γὰρ τὴν ὀνομαζομένην σπάθηνε
ξηράναντες. ἀπὸ καρπῶν δὲ τό τε μήλινον καὶ
τὸ μύρτινον καὶ τὸ δάφνινον· τὸ δ᾿ Αἰγύπτιον ἐκ
πλειόνων, ἔκ τε τοῦ κιναμώμου καὶ ἐκ σμύρνης καὶ
ἐξ ἄλλων.</p></div></div></div></body></text></TEI>