VI. Ἅπαντα δὲ συντίθενται τὰ μύρα τὰ μὲν ἀπ᾿ ἀνθῶν τὰ δὲ ἀπὸ φύλλων τὰ δὲ ἀπὸ κλωνὸς τὰ δ᾿ ἀπὸ ῥίζης τὰ δ᾿ ἀπὸ ξύλων τὰ δ᾿ ἀπὸ καρποῦ τὰ δ᾿ ἀπὸ δακρύων. μικτὰ δὲ πάνθ᾿ ὡς εἰπεῖν. ἀπ᾿ ἀνθῶν μὲν οἷον τὸ ῥόδινον καὶ τὸ λευκόϊνον. καὶ τὸ σούσινον· καὶ γὰρ τοῦτο ἐκ τῶν κρίνων· ἔτι δὲ τὸ σισύμβρινον καὶ τὸ ἑρπύλλινον καὶ ἡ κύπρος καὶ πρὸς τούτοις τὸ κρόκινον· βέλτιστος δ᾿ ἐν Αἰγίνῃ καὶ Κιλικίᾳ. ἀπὸ δὲ τῶν φύλλων οἷον τό τε μύρρινον καὶ τὸ οἰνάνθινον· αὕτη δ᾿ ἐν Κύπρῳ φύεται ὀρεινὴ καὶ πολύοδμος· ἀπὸ δὲ τῆς ἐν τῇ Ἑλλάδι οὐ γίνεται διὰ τὸ ἄοδμον. Ἀπὸ ῥιζῶν δὲ τό τε ἴρινον καὶ τὸ νάρδινον καὶ τὸ ἀμαράκινον ἐκ τοῦ κόστου· τοῦτο γὰρ ἀνομάζουσι ¹ cf. Diosc. 1. 58. ² 1 have bracketed καὶ as suggested by Sch. 3 This passage, with some variations, is quoted by Athen. 15. 39. 4 cf. Plin. 13. 11. 5 cf. H.P. 6. 6. 11. for the plant, and for the perfume Athen. 15. 38. τὴν ῥίζαν. τὸ δὲ χρίσμα τὸ Ἐρετρικὸν ἐκ τοῦ κυπείρου. κομίζεται δὲ ἀπὸ τῶν Κυκλάδων τὸ κύπειρον. ἀπὸ ξύλου δὲ ὁ φυῖνιξ καλούμενος· ἐμβάλλουσι γὰρ τὴν ὀνομαζομένην σπάθηνε ξηράναντες. ἀπὸ καρπῶν δὲ τό τε μήλινον καὶ τὸ μύρτινον καὶ τὸ δάφνινον· τὸ δ᾿ Αἰγύπτιον ἐκ πλειόνων, ἔκ τε τοῦ κιναμώμου καὶ ἐκ σμύρνης καὶ ἐξ ἄλλων.