Πρὸς ἕκατον δὲ τῶν μύρων ἐμβάλλουσι τὰ πρόσφορα τῶν ἀρωμάτων, οἷον εἰς μὲν τὴν κύπρον καρδάμωμον ἀσπάλαθον ἀναφυράσαντες τῷ εὐώδει. εἰς δὲ τὸ ῥόδινον σχοῖνον ἀσπάλαθον κάλαμον. ἡ δ᾿ ἀναφύρασις ὁμοίως. καὶ τοῖς ἄλλοις ἀεὶ τὰ ἁρμόττοντα. τῷ ῥοδίνῳ δ᾿ ἐμβάλλονται καὶ ἅλες πολλοὶ καὶ τοῦτ᾿ ἴδιον παρὰν τἆλλα, διὸ καὶ πλείστη ἀπουσία γίνεται· μίγνυται γὰρ εἰς τὸν ἀμφορέα δύο μέδιμνοι. Τῆς δὲ κύπρου ἡ μὲν ἐργασία παραπλησία τῇ ¹ Dry measure: the equivalents given are, of course, only approximate. ² τὸ βέλτιον ἴρινον W. after Sch.; τὸ βέλτιον τὸ ἴρινον vulg. The article must be omitted in one place or the other. κύπρος, called from a tree of that name: not mentioned in H.P. cf. Plin. 12. 119. 4 cf. H.P. 9.7. 2 and 3. 5 cf. H.P. 9.7. 3. τοῦ ῥοδίνου· πλὴν ἀλλ᾿ ἐάν τις μὴ ταχέως ἐξαίρῃ καὶ ἀποθλίβῃ σῆψις ἐγγινομένη φθείρει τὰ μύρα διὰ τὴν δυσωδίαν· ποιεῖ γὰρ σῆψιν ἀνυγραινομένη. παραπλησία δ᾿ ἐργασία καὶ τοῦ μηλίνου· προστυφέντος γὰρ ἐλαίου καὶ τὰ μῆλα ἐμβάλλουσιν εἰς ψυχρόν, εἶτ᾿ ἐξαιροῦσι πάλιν πρὸ τοῦ μελαίνεσθαι κατὰ πάσας τὰς ἐμβολάς· μελαινομένων γὰρ σῆψις διὰ τὸ ἀνυγραίνεσθαι, καθάπερ καὶ ἐπὶ τῆς κύπρου.