Ποιεῖ δ᾿ ἐλάττω τὴν ἀπουσίαν ὅσα πυρούμενα λαμβάνει τὰς κυρίας ὀσμὰς μᾶλλον ἡ ὅσα ψυχρὰ διὰ τὸ προφυρᾶσθαι τὰ πυρούμενα, τὰ μὲν οὔνῳ εὐώδει, τὰ δὲ ὕδατι· ἧττον γὰρ ἀναπίνει· τὰ δὲ ψυχρὰ ξηρὰ ὄντα μᾶλλον, καθάπερ ἶρις κοπεῖσα. λαμβάνοντος γὰρ τοῦ ἀμφορέως ξηρᾶς ἴριδος κεκομμένης μέδιμνον καὶ δύο ἡμίεκτα πολλὴν ποιεῖν φασὶν ἀπουσίαν, ἐὰν δὲ μετρίως φυράσῃ λείπειν ὅσον δύο χόας, τοῖς δὲ πολλοῖς ἔλαττον. Γίνεται δὲ τὸ βέλτιον ἴρινον ἐὰν ᾖ ξηρὰ καὶ ἀπύρωτος ἡ ἶρις· ἀκρατεστέρα γὰρ ἡ δύναμις ἢ ἐὰν φυραθεῖσα καὶ πυρουμένη. συμβαίνει δὲ ὥσπερ καὶ ἐκθλίβεσθαι μᾶλλον ἐκ τῶν προπεφυραμένων διὰ τὸ ἧττον ἀναδέχεσθαι καὶ ἕλκειν εἰς αὑτό· προστύφοντες δὲ οὐ πολὺν χρόνον ἐῶσι τὰ ἀρώματα ἀλλ᾿ ἐξαιροῦσιν, ὅπως μὴ πολὺ ἐκπίνωσιν.