Ἡ δὲ ἀπὸ τῶν ἀρωμάτων ὀδμὴ καὶ ἀσθενὴς ἅτε εἰς τὸ λιπαρὸν ἀνηλωμένη, καὶ ἔτι κατέχεται τούτῳ διὰ τὸ πληρῶσαι τοὺς πόρους. ὥστε κατὰ λόγον κἂν ἔλαττον ᾖ τὸ ἐπιβαλλόμενον ἐπικρατεῖν τὴν τούτου ὀσμήν· εἰς ἀσθενέστατον γὰρ ἐμπίπτει καὶ δεκτικώτερον. ἀνὰ λόγον δ᾿ ἔχει καὶ ἡ πολυχρονιότης ἡ ἐν ἑκάστῳ καὶ ἡ πρὸς τὴν πύρωσιν εὐσθένεια καὶ τἆλλα τὰ τοιαῦτα. τὸ γὰρ δεκτικώτατον, οἷον τῆς βαλάνου, καὶ χρονιώτατον, καὶ διὰ τὴν αὐτὴν αἰτίαν· μάλιστα γὰρ ὥσπερ ἓν γίνεται καὶ συμφυὲς τὸ μάλιστα δεχόμενον· ἀεὶ γὰρ τὸ τοιοῦτον διαμονώτατον, διὸ καὶ πυρούμενον μάλιστα ἀπαθές. Ὡσαύτως δὲ καὶ τῶν ἄλλων τὸ σησάμινον, τοῦτο γὰρ δεκτικώτατον· τὸ δὲ ἀμυγδάλινον παρακμάζει ταχὺ καὶ ὀλιγοχρονιώτατον διὰ τὴν ἐναντίαν αἰτίαν· τὸ γὰρ ἥκιστα δεξάμενον τάχιστα μεθίησι. τοῦ ῥοδίνου δὲ μάλιστα δεκτικὸν τὸ ¹ I have bracketed καὶ. 2—2 This passage is omitted, apparently by accident, in both W.’s texts, though represented in his Latin version. I σησάμινον διὰ τὴν λιπαρότητα· πυρούμενον δὲ ἐξόζει σησάμου καθάπερ ἀναλυόμενον. αἱ μὲν οὖν τῶν ἐλαίων φύσεις καὶ δυνάμεις τοιαῦται.