Εἰσὶ μὲν οὖν ἔνιαι τῶν εὐόσμων καὶ ἐν ταῖς τροφαῖς, οἶον αἱ τῶν ἀκροδρύων καὶ ἀπίων καὶ μήλων· αὗται Φὰρ ἄνευ τῆς προσφορᾶς ἡδεῖαι, καὶ μᾶλλον ὡς εἰπεῖν. οὐ μὴν ἀλλ᾿ ὥς γ᾿ ἀπλῶς διελεῖν αἱ μέν εἰσι καθ᾿ αὑτὰς αἱ δὲ κατὰ συμβεβηκός· αἱ μὲν τῶν χυλῶν καὶ τῆς τροφῆς κατὰ συμβεβηκός, αἱ δ᾿ ὥσπερ τῶν ἀνθῶν καθ᾿ αὑτάς. ὡς δ᾿ ἐπίπαν τὰ εὔοσμα, καθάπερ καὶ πρότερον ἐλέχθη, δύσχυμα καὶ στρυφνὰ καὶ ὑπόπικρα. ¹ in Thrace. cf. Arist. H.A. 9. 36. Turn. quotes an illus- tration from Seriptor θαυμασίων ἀκουσμάτων 126. 2 εὐωδίαις. ?εὐώδεσι. ἔνια δὲ τῶν εὐχύμων καὶ κακώδη, καθάπερ καὶ τὸ Αἰγύπτιον καλούμενον σῦκον, γλυκὺ ὄν, καὶ εἰ μὴ πανταχοῦ ἀλλ᾿ ἐνιαχοῦ. καὶ ἡ ἄρκευθος ἐμφαίνει τινὰ τῇ μασήσει κακωδίαν γλυκεῖα οὖσα· τὸ δ᾿ οὖρον ποιεῖ εὐῶδες. Ἐπεὶ δὲ τῶν ὀσμῶν αἱ μὲν ἐν φυτοῖς καὶ τοῖς τούτων μορίοις, οἷον κλωσὶ φύλλοις φλοιοῖς καρποῖς δακρύοις, αἱ δὲ ὥσπερ διείλομεν ἐν ζώοις καὶ φυτοῖς καὶ τοῖς ἀψύχοις, αὗται μὲν φανερὸν ὅτι πέψιν ἕκασται λαμβάνουσιν ἐν τοῖς οἰκείοις αἷς · καὶ τὸ εὐῶδες καὶ κακῶδες ἀκολουθεῖ κατὰ τὰς οἰκείας φύσεις, ἡ δὲ πέψις τῷ οἰκείῳ θερμῷ. ἐν δὲ τοῖς ἀψύχοις ταῖς τῶν ἁπλῶν δυνάμεσι καὶ γίνονται καὶ μεθίστανται καθάπερ οἱ χυμοί.