Κατισχναίνειν δὲ δοκεῖ τὸ ῥόδον καὶ τὴν σύνθετον ὀσμήν· ὅταν γὰρ ἀκμάζῃ τὸ ἄνθος, ῥοδίζουσι τὰς συνθέσεις, ἀνοιγόμεναι δ᾿ ἐξόζουσι τούτου μόνου καὶ μάλιστα. παύεται δὲ ταχὺ καὶ λήγει διὰ τὴν ἀσθένειαν καὶ λεπτότητα, δι᾿ ἣν καὶ ἐξόζει τῶν ἄλλων· λεπτὴ γὰρ οὖσα ἡ ἀναπνοὴ καὶ ἠθροισμένη τῇ κατακλείσει προτερεῖ τε τῶν λοιπῶν καὶ διαδίδοται πανταχοῦ. διὰ ταὐτὸ δὲ τοῦτο καὶ ἀπολήγει ταχὺ καὶ κατακρατεῖται πάλιν· ἀσθενεῖ γὰρ τὸ λεπτὸν καὶ μαλακόν. Ποιοῦσι δέ τινες τοῦτο καὶ τῶν οἴνων, ὥστε προποθέντες ἀφανίζειν τὴν τῶν ἄλλων ἡδονήν. ἔνιοι δ᾿ ὥστε μὴ ἐπιδέχεσθαι ῥᾳδίως τοὺς ἄλλους. ¹ cf. 57, 58. σύνθετος ὀσμή or σύνθεσις seems to mean a kind of pot-pourri, which was from time to time renewed with fresh rose-petals. Sch. understands σύνθεσις to mean ‘clothes in a wardrobe’ (cf. Lat. synthesis), but it must surely have the same meaning here as σύνθετος ὀσμή: Sch. ’s citation from 57 does not seem to prove his point, and μένουσι πολὺν χρόνον αἱ συνθέσεις in 58 is conclusive against him. cf. also 69. ὥσπερ ὁ Ἐρυθραῖας ἁλυκός τις ὢν καὶ μαλακός. τὴν αἰτίαν δὲ πειρατέον ἐκ τῶν ὁμοίων λαμβάνειν· ἔχει δὲ τοῦτ᾿ ἴδιον τὸ ῥόδινον, ὥσπερ σχεδὸν καὶ μικρῷ πρότερον εἴρηται· τὰ μὲν γὰρ ἄλλα πάντ᾿ ἢ τὰ πλεῖστα κεφαλαλγῆ, τοῦτο δέ, ὥσπερ ἐλέχθη, λυτικὸν καὶ βάρους καὶ ἀλγηδόνος καὶ τῆς ἀπὸ τῶν μύρων.