<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0093.ogl001.1st1K-grc1"><div type="textpart" subtype="chapter" n="10"><div type="textpart" subtype="section" n="45"><p> Πρὸς δὲ τὰς δυνάμεις σκοπουμένοις δόξειεν ἂν
ἄτοπον εἶναι τὸ συμβαῖνον ἐπὶ τοῦ ῥοδίνου· κουφότατον
γὰρ ὂν καὶ ἀσθενέστατον ἀφανίζει τὰς
τῶν ἄλλων ὀσμὰς ὅταν προμυρισθῶσι· διὸ καὶ
οἱ μυροπῶλαι τοὺς ἐπιδιστάζοντας καὶ μὴ ὠνουμένους
παρ᾿ αὐτῶν ἐπιμυρίζουσι τούτῳ πρὸς τὸ
μὴ αἰσθάνεσθαι τὰ παρὰ τῶν ἄλλων. αἴτιον
δ᾿ ὅτι λεπτότατον ὂν καὶ προσφιλὲς τῇ αἰσθήσει
διὰ τὴν κουφότητα μάλιστα διικνεῖται καὶ συμπληροῖ
<note type="footnote">¹ ἡ ins. W. ² ἡ ins. W.</note>
<note type="footnote">² The words ἄντε δριμὺ are omitted in both W.’ s editions,
but represented in his Latin version.</note>

<pb n="368"/>
τοὺς πόρους, ὥσθ᾿ ἡ αἴσθησις κατειλημμένη
καὶ πλήρης οὖσα κρίνειν ἀδυνατεῖ.</p></div><div type="textpart" subtype="section" n="46"><p>δύο
γάρ εἰσι τρόποι, τάχα δὲ τρεῖς, οἱ κωλύοντες τὴν
κρίσιν. εἷς μὲν ὁ νῦν εἰρημένος· ἄλλος δ᾿ ὁ ἀπὸ
τῶν ἰσχυρῶν ὥσπερ μεθύσκων τὴν αἴσθησιν καὶ
καρηβαρᾶν ποιῶν· τρίτος δ᾿ ὅταν προκαταληφθῇ
τῷ βελτίονι· τὸ γὰρ ἐπεισάγειν τὸ χεῖρον οὐ
ῥᾴδιον· οὐ δέχεται γὰρ ἡ αἴσθησις, ὥσπερ οὐδ᾿
ἐπὶ τῶν χυλῶν καὶ ὅλως τῶν κατὰ τὴν τροφήν.</p></div></div></div></body></text></TEI>