<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0093.ogl001.1st1K-grc1"><div type="textpart" subtype="chapter" n="10"><div type="textpart" subtype="section" n="43"><p> Ἐπεὶ δὲ τὰ μὲν ἀσθενῆ τὰ δ᾿ ἰσχυρά, καὶ
ἰσχυρότερα τὰ ἀπὸ τῶν ῥιζῶν καὶ τὰ ἄλλα τὰ
προειρημένα, διὰ τοῦτο τὰ μὲν ἄνθινα μὴ τριβόμενα
εὐοσμότερα, τὰ δ᾿ ἀπὸ τῶν ῥιζῶν καὶ
τὰ λοιπὰ τριβόμενα· τὰ μὲν γὰρ διαπνεῖταί
τε καὶ ἅμα διαθερμαινόμενα διὰ τὴν τρῖψιν
ἐξίσταται καὶ ἀλλοιοῦται, τὰ δὲ διὰ τὴν ἰσχὺν
<note type="footnote">¹ e.g. alabaster, which here at least is spoken of as a kind
of stone. ² γὰρ ins. Sch.</note>

<pb n="366"/>
ὥσπερ ἀνοιγομένων τινῶν πόρων ἐκ τῆς τρίψεως
ἐμφανεστέραν ποιεῖ τὴν ὀσμήν.</p></div><div type="textpart" subtype="section" n="44"><p> ὃ καὶ ἐπ᾿ αὐτῶν
τῶν ῥιζῶν καὶ ὅλως τῶν στερεῶν συμβαίνει,
καθάπερ ἐλέχθη. κατὰ δὲ τῶν ἀνθῶν ἐναντίως,
ὥστε ἠκολούθηκεν ἑκάτερα τῇ ἀρχῇ. τὰ δ᾿ ἐκ
τῆς σμύρνης εὐλογώτατα δι᾿ ἄμφω· καὶ γὰρ
μίγνυται μᾶλλον καὶ <add cause="omitted">ἡ</add>θερμότης ἡ τῆς τρίψεως
οὐκ ἀλλοτρία, μαλακή τις οὖσα· καὶ γὰρ <add cause="omitted">ἡ</add>
σμύρνα ζητεῖ τινα πύρωσιν. ἀπλῶς δὲ πᾶν τὸ
πολύοδμον ἄντ᾿ εὐῶδες ἄντε κακῶδες ἄντε δριμὺ
ἄντ᾿ ὀξὺ ἄντ᾿ ὁποιονοῦν τυγχάνῃ, κινούμενον ἐμφανέστερον·
τότε γὰρ ὥσπερ ἐνεργείᾳ ἀναμίγνυται
μᾶλλον τῷ ἀέρι.</p><p>Τῶν δὲ μύρων τὸ Αἰγύπτιον καὶ ἡ στακτὴ καὶ
εἴ τι ἄλλο πολύοδμον <del>καὶ</del> μιγνύμενα τῷ οἴνῳ τῷ
εὐώδει ἡδίω· παραιρεῖται γὰρ ἡ βαρύτης αὐτῶν·
ἐπεὶ καὶ ἡ σμύρνη αὐτὴ πρὸς τὴν ἀναθυμίασιν
βρεχθεῖσα ἐν τῷ γλυκεῖ, καθάπερ ἐν τοῖς πρότερον
ἐλέχθη.</p></div></div></div></body></text></TEI>