Ἐπεὶ δὲ τὰ μὲν ἀσθενῆ τὰ δ᾿ ἰσχυρά, καὶ ἰσχυρότερα τὰ ἀπὸ τῶν ῥιζῶν καὶ τὰ ἄλλα τὰ προειρημένα, διὰ τοῦτο τὰ μὲν ἄνθινα μὴ τριβόμενα εὐοσμότερα, τὰ δ᾿ ἀπὸ τῶν ῥιζῶν καὶ τὰ λοιπὰ τριβόμενα· τὰ μὲν γὰρ διαπνεῖταί τε καὶ ἅμα διαθερμαινόμενα διὰ τὴν τρῖψιν ἐξίσταται καὶ ἀλλοιοῦται, τὰ δὲ διὰ τὴν ἰσχὺν ¹ e.g. alabaster, which here at least is spoken of as a kind of stone. ² γὰρ ins. Sch. ὥσπερ ἀνοιγομένων τινῶν πόρων ἐκ τῆς τρίψεως ἐμφανεστέραν ποιεῖ τὴν ὀσμήν. ὃ καὶ ἐπ᾿ αὐτῶν τῶν ῥιζῶν καὶ ὅλως τῶν στερεῶν συμβαίνει, καθάπερ ἐλέχθη. κατὰ δὲ τῶν ἀνθῶν ἐναντίως, ὥστε ἠκολούθηκεν ἑκάτερα τῇ ἀρχῇ. τὰ δ᾿ ἐκ τῆς σμύρνης εὐλογώτατα δι᾿ ἄμφω· καὶ γὰρ μίγνυται μᾶλλον καὶ ἡ θερμότης ἡ τῆς τρίψεως οὐκ ἀλλοτρία, μαλακή τις οὖσα· καὶ γὰρ ἡ σμύρνα ζητεῖ τινα πύρωσιν. ἀπλῶς δὲ πᾶν τὸ πολύοδμον ἄντ᾿ εὐῶδες ἄντε κακῶδες ἄντε δριμὺ ἄντ᾿ ὀξὺ ἄντ᾿ ὁποιονοῦν τυγχάνῃ, κινούμενον ἐμφανέστερον· τότε γὰρ ὥσπερ ἐνεργείᾳ ἀναμίγνυται μᾶλλον τῷ ἀέρι. Τῶν δὲ μύρων τὸ Αἰγύπτιον καὶ ἡ στακτὴ καὶ εἴ τι ἄλλο πολύοδμον καὶ μιγνύμενα τῷ οἴνῳ τῷ εὐώδει ἡδίω· παραιρεῖται γὰρ ἡ βαρύτης αὐτῶν· ἐπεὶ καὶ ἡ σμύρνη αὐτὴ πρὸς τὴν ἀναθυμίασιν βρεχθεῖσα ἐν τῷ γλυκεῖ, καθάπερ ἐν τοῖς πρότερον ἐλέχθη.