Ι. Αἱ ὀσμαὶ τὸ μὲν ὅλον ἐκ μίξεώς εἰσι καθάπερ οἱ χυμοί· τὸ γὰρ ἄμικτον ἅπαν ἄοδμον ὥσπερ ἄχυμον, διὸ καὶ τὰ ἀπλᾶ ἄοδμα, οἷον ὕδωρ ἀὴρ πῦρ· ἡ δὲ γῆ μάλιστ᾿ ἢ μόνη ὀδμὴν ἔχει διὸ μάλιστα μικτή. Τῶν δ᾿ ὀδμῶν αἱ μὲν ὥσπερ ἀειδεῖς καὶ ὑδαρεῖς καθάπερ ἐπὶ τῶν χυμῶν, αἱ δ᾿ ἔχουσαί τινας ἰδέας. αἱ δ᾿ ἰδέαι δοκοῦσι μὲν ἀκολουθεῖν ταῖς τῶν χυμῶν, οὐ μὴν ἔχουσί γε πᾶσαι τὰς αὐτὰς προσηγορίας, ὥσπερ ἐν τοῖς πρότερον εἴπομεν, οὐδ᾿ ὅλως οὕτω διωρισμέναι τοῖς εἴδεσιν ὥσπερ οἱ χυμοὶ ἀλλ᾿ ὡς ἄν τοῖς γένεσιν, ὅτι τὰ μὲν εὔοσμα τὰ δὲ κάκοσμα. τῆς δ᾿ εὐωδίας καὶ κακωδίας οὐκέτι τὰ εἴδη κατωνόμασται καίπερ ἔχοντα διαφορὰς μεγάλας ἐπί γ᾿ αὐτῶν τῶν γλυκέων καὶ πικρῶν, ἀλλὰ δριμεῖα λέγεται καὶ ἰσχυρὰ καὶ μαλακὴ καὶ γλυκεῖα καὶ βαρεῖα ὀδμή· κοιναὶ δ᾿ ἔνιαι τούτων καὶ τῶν κακωδῶν. ¹ i.e. there is not one set of terms applied to the varieties of ‘good’ and another distinct set applied to the varieties of ‘evil’ odours, but we get a cross-division, some terms (such as ‘strong’) being applied to varieties of both classes. cf. 64—66. Ἡ δὲ καθόλου καὶ ὥσπερ ἐπὶ πᾶσι τοῖς διαφθειρομένοις σαπρότης. ἅπαν γὰρ τὸ σηπόμενον κακῶδες, εἰ μή τις τὴν ὀξύτητα λέγει τοῦ οἴνου σαπρότητα τῇ ὁμοιότητι τῆς φθορᾶς.