9. Οὐ πρὸ πολλοῦ δὲ τῶν τοῦ Ῥήνου πηγῶν τὰς ἀρχὰς ἔχων ὁ Ἴστρος, ὃν μέχρι Νουιοδούνου πόλεως Δάνουβιν καλοῦσιν, ὁρίζει τὴν Γερμανίαν πρὸς τὰ ὑποκείμενα ἔθνη, Ῥαιτίαν μὲν καὶ Οὐινδελικίαν καὶ Νωρικὸν ὑπὲρ τὰς Ἄλπεις καὶ τὴν Ἰταλίαν κείμενα, ἐκτὸς δὲ τῶν Ἄλπιων τὰς δύο Παννονίας, ὑφʼ ἃς ἥ ἐστι κατὰ τὰ ἀνατολικὰ Δαλματία καλεῖται. 10. Τῆς Γερμανίας μετὰ τὸν Οὐϊστούλαν ποταμὸν ἔχεται Σαρματία, ἀναλαμβάνουσα πολλὴν γῆν καὶ πολλὰ ἔθνη καὶ τῆς ἑτέρας ἠπείρου μένουσα δέ πως ἀποτερματίζεται παρὰ Εὐρώπῃ λίμνῃ τῇ Μαιώτιδι· εἶτα μετὰ τὸν ἰσθμὸν τῆς Ταυρικῆς χερρονήσου (αὕτη δὲ ἔκκειται πορθμὸν πρὸς τὴν Ἀσίαν ποιοῦσα τὸν καλούμενον Κιμμέριον Βόσπορον) ἀπολαμβάνει τοῦ Πόντου τὰ μέχρι Βορυσθένους ποταμοῦ.