5. Τούτων ἐκκειμένων, ὑπογραψόμεθα ὁλοσχερῶς κατὰ τὸ τυπωδέστατον τὰ καθʼ ἑκάστην ἤπειρον ἔθνη, καὶ τὰς ἐμπεριεχομένας θαλάσσας, ὡς δύνασθαι ῥᾷστά τινα, διὰ τῆς πρὸς ἄλληλα σχέσεως αὐτῶν, τὴν ὅλην οἰκουμένην μηδὲν εἰκόνος δεηθέντα τῷ νῷ περιαθρῆσαι. 6. Ἕστι τοίνυν κατὰ τὸ κεφαλαιῶδες ἐν μὲν τῇ Εὐρώπῃ ἔθνη τάδε· Ἱσπανίαι τρεῖς, ἃς Ἰβηρίας πρότερον ἐκάλουν. Αὗται δὲ χερρονήσου δίκην περιρρέονται ὑπὸ θαλάσσης κατὰ σφόδρα στενὸν ἰσθμὸν, ἐφ’ οὗ τὰ Πυρηναῖά ἐστιν ὄρη, ἀφαιρούμενα τὰς Γαλλίας ἀπ’ αὐτῶν. Καὶ ἔστιν ἡ μὲν Λυσιτανία πρὸς τῷ δυσμικῷ ὠκεανῷ, ἡ δὲ Βαιτικὴ κατὰ τὴν ἐντὸς θάλασσαν, ὀλίγον τι καὶ τῆς ἔξω μετὰ τὸν πορθμὸν ἐπιλαμβάνουσα· ἡ δὲ Ταρρακωνησία διήκει ἀπὸ τοῦ ὠκεανοῦ ἢ τῆς ἐκτὸς θαλάσσης ἐπὶ τὴν ἐντὸς θάλασσαν.