Περὶ τῆς τῶν παλαιῶν Γεωγραφίας. Κεφ. αʹ. Ἀναξίμανδρος ὁ Μιλήσιος, ἀκουστὴς Θάλεω, πρῶτος ἐτόλμησε τὴν οἰκουμένην ἐν πίνακι γράψαι. Μεθ᾿ ὃν Ἑκαταῖος ὁ Μιλήσιος, ἀνὴρ πολυπλανὴς, διη διηκρίβωσεν, ὥστε θαυμασθῆναι τὸ πρᾶγμα. Ἑλλάνικος γὰρ Λέσβιος ἀνὴρ πολυΐστωρ ἀπλάστως παρέδωκε· τὴν ἱστορίαν. Εἶτα Δαμάστης ὁ Κιττιεὺς τὰ ἐκ τῶν Ἑκαταίου μεταγράψας περίπλουν ἔγραψεν. Ἑξῆς Δημόκριτος καὶ Εὔδοξος καὶ ἄλλοι τινὲς τῆς γῆς περιόδους καὶ περίπλους ἐπραγματεύσαντο. Οἱ μὲν οὖν παλαιοὶ τὴν οἰκουμένην ἔγραφον στρογγύλην, μέσην διηγεῖσθαι τὴν Ἑλλάδα, καὶ ταύτης Δελφοὺς, τὸν ὄμφαλον γὰρ ἔχειν τῆς γῆς. Πρῶτος δὲ Δημόκριτος πολύπειρος ἀνὴρ συνῇδεν, ὅτι προμήκης ἐστὶν ἡ γῆ, ἡμιόλιος τὸ μῆκος τοῦ πλάτους ἔχουσα. Συνῄνεσε τούτῳ καὶ Δικαίαρχος ὁ Περιπατητικός. Εὔδοξος δὲ τὸ μῆκος διπλοῦν τοῦ πλάτους. ὁ δὲ Ἐρατοσθένης πλεῖον τοῦ διπλοῦ. Κράτης δὲ ὡς ἡμικύκλιον. Ἵππαρχος δὲ τραπεζοειδῆ. Ἄλλοι οὐροειδῆ. Ποσειδώνιος δὲ ὁ Στωϊκὸς σφενδονοειδῆ καὶ μεσοπλατὸν ἀπὸ Νότου εἰς Βοῤῥᾶν, στενὴν πρὸς Ἑὼ καὶ Δύσιν, τὰ πρὸς Εὖρον δ᾿ ὁμοίως πλατύτερα πρὸς τὴν Ἰνδικήν. Ὅροι