Δικαίαρχος δἐ ὁρίζει τὴν γῆν οὐχ ὕδασιν, ἄλλὰ τομῇ εὐθείᾳ ἀκράτῳ, ἀπὸ στηλῶν διὰ Σαρδοῦς, Σικελίας, Πελοποννήσου, Καρίας, Λυκίας, Παμφυλίας, Κιλικίας καὶ Ταύρου, ἑξῆς ἕως Ἰμάου ὄρους. τῶν τοίνυν τόπων τὸ μὲν Βόρειον, τὸ δὲ Νότιον ὀνομάζει. Κεφ άλαιον βʹ. Περὶ Ἀνέμων. Ἄνεμοι δὲ πνέουσιν ἀπὸ μὲν Ἰσημερινῆς ἀνατολῆς Ἀπηλιώτης· ἀπὸ δὲ Ἰσημερινῆς δύσεως Ζέφυρος, ἀπὸ δὲ μεσημβρίας Νότος, ἀπὸ δὲ ἄρκτου Ἀπαρκτίας. Ἀπὸ δὲ τροπῆς θερινῆς Καικίας. Ἑξῆς δὲ ἀπ᾿ Ἰσημερινῆς ἀνατολῆς Ἀπηλιώτης, καὶ ἀπὸ χειμερινῆς Εὖρος. Δυσμικοὶ δὲ ἀπὸ μὲν δύσεως χειμερινῆς Λίψ, καὶ ἑξῆς πά λιν ἀπὸ δύσεως Ἰσημερινῆς Ζέφυρος, ἀπὸ δὲ δύσεως θερινῆς Ἀργέστης ἤτοι Ὀλυμπίας. εἶτα Νότος καὶ Ἀπαρκτίας ἀντιπνέοντες· γίνονται οὖν ὀκτώ.