Τιμοσθένης δὲ ὁ γράψας τοὺς περίπλους δώδεκά φησι προστιθεὶς μέσον ἀπαρκτίου καὶ καικίου βορέαν, εὔρου δὲ καὶ νότου φοίνικα τὸν καὶ εὐρόνοτον, μέσον δὲ νότου καὶ λιβὸς τὸν λευκόνοτον ἤτοι λιβόνοτον, μέσον δὲ ἀπαρκτίου καὶ ἀργέστου θρασκίαν ἤτοι κίρκιον ὑπὸ τῶν περιοίκων ὀνομαζόμενον . ἔθνη δὲ οἰκεῖν τὰ πέρατα κατ’ ἀπηλιώτην Βακτριανούς, κατ’ εὖρον Ἰνδούς, κατὰ φοίνικα Ἐρυθρὰν θάλασσαν καὶ Αἰθιοπίαν, κατὰ νότον τὴν ὑπὲρ Αἴγυπτον Αἰθιοπίαν, κατὰ λευκόνοτον τοὺς ὑπὲρ Σύρτεις Γαράμαντας, κατὰ λίβα Αἰθίοπας καὶ δυσμικοὺς ὑπὲρ Μαύρους, κατὰ ζέφυρον Στήλας καὶ ἀρχὰς Λιβύης καὶ Εὐρώπης, κατὰ ἀργέστην Ἰβηρίαν τὴν νῦν Ἱσπανίαν, κατὰ δὲ θρασκίαν Κελτοὺς καὶ τὰ ὅμορα, κατὰ ἀπαρκτίαν τοὺς ὑπὲρ Θράκην Σκύθας, κατὰ δὲ βορρᾶν Πόντον Μαιῶτιν Σαρμάτας, κατὰ καικίαν Κασπίαν θάλασσαν καὶ Σάκας. ἔστι δὲ ἡ μεγάλη Σύρτις σταδίων ͵ε, ἡ δὲ μικρὰ σταδίων ͵αχ. τὸ δὲ στόμα τοῦ Ἀδρίου ὃ καλοῦσί τινες Ἰόνιον πέλαγος ἔχει διάπλουν σταδίων ͵α ψ ἀπὸ ἄκρας Ἰαπυγίας ἐπὶ Κεραύνια ὄρη τῆς Ἠπείρου.