Δικαίαρχος δ’ ὁρίζει τὴν γῆν οὐχ ὕδασιν ἀλλὰ τομῇ εὐθείᾳ εὐκράτῳ ἀπὸ Στηλῶν διὰ Σαρδοῦς Σικελίας Πελοποννήσου Ἰωνίας Καρίας Λυκίας Παμφυλίας Κιλικίας καὶ Ταύρου ἑξῆς ἕως Ἰμάου ὄρους· τῶν τοίνυν τόπων τὸ μὲν βόρειον τὸ δὲ νότιον ὀνομάζει. Ἄνεμοι δὲ πνέουσιν ἀπὸ μὲν ἰσημερινῆς ἀνατολῆς ἀπηλιώτης, ἀπὸ δὲ ἰσημερινῆς δύσεως ζέφυρος, ἀπὸ δὲ μεσημβρίας νότος, ἀπὸ δὲ ἄρκτου ἀπαρκτίας· ἀπὸ δὲ τροπῆς θερινῆς καικίας, ἑξῆς δὲ ἀπὸ ἰσημερινῆς ἀνατολῆς ἀπηλιώτης καὶ ἀπὸ χειμερινῆς εὖρος· δυσμικοὶ δὲ ἀπὸ μὲν δύσεως χειμερινῆς λίψ, καὶ ἑξῆς πάλιν ἀπὸ δύσεως ἰσημερινῆς ζέφυρος, ἀπὸ δὲ δύσεως θερινῆς ἀργέστης ἤτοι Ὀλυμπίας ὁ καὶ Ἰᾶπυξ , εἶτα νότος καὶ ἀπαρκτίας ἀντιπνέοντες ἀλλήλοις · γίνονται οὖν ὀκτώ.