Ὅροι ἠπείρων· Εὐρώπης μὲν καὶ Λιβύης αἱ Ἡρακλέους στῆλαι, Λιβύης δὲ καὶ Ἀσίας ὁ Νεῖλος· οἱ δ’ ἰσθμὸν τὸν ἀπὸ Σερβωνίδος λίμνης καὶ Ἀραβίου κόλπου· Ἀσίας δὲ καὶ Εὐρώπης οἱ μὲν ἀρχαῖοι Φᾶσιν ποταμὸν καὶ τὸν ἕως Κασπίας ἰσθμόν, οἱ δ’ ὕστερον νεώτεροι Μαιῶτιν λίμνην καὶ Τάναϊν ποταμόν. Ἐκλήθησαν δ’ ἤπειροι ἄπειροί τινες οὖσαι δι’ ἄγνοιαν· Ἀσία δ’ ἀπὸ τοῦ ἆσσον ἰέναι τοῖς ἀπ’ Εὐρώπης ἀπιοῦσι καὶ πεζῆ καὶ νήσοις στιχηδὸν κειμέναις· Εὔβοια Ἄνδρος Τῆνος Μύκονος Ἰκαρία Σάμος Μυκάλη· ἡ δὲ Εὐρώπη ἀπὸ τοῦ εὔρους ὠνομάσθη· Λιβύη δ’ ὑφ’ Ἑλλήνων ἦν ἄγνωστος πάνυ, ἀπὸ δὲ ἔθνους ἐπισήμου ✝Φοίνικες ὠνομάσθησαν πλέοντες· ὠκεανὸς δὲ διὰ τὸ ὠκέως ἀνύειν κύκλῳ τὴν γῆν.