<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0088.tlg001.1st1K-grc1"><div type="textpart" subtype="book" n="2"><div type="textpart" subtype="section" n="30"><pb n="122"/><head>ΑΡΙΣΤΟΞΕΝΟΥ ΑΡΜΟΝΙΚΩΝ
ΣΤΟΙΧΕΙΩΝ ΔΕΥΤΕΡΟΝ</head><lb n="10 "/><p>Βέλτιον ἴσως ἐστὶ τὸ προδι| ελθεῖν τὸν τρόπον τῆς πραγματείας
τίς ποτʼ ἐστίν, ἵνα προγιγνώσκοντες ὥσπερ ὁδὸν ᾗ
βαδιστέον ῥᾴδιον πορευώμεθα εἰδότες τε κατὰ τί μέρος ἐσμὲν <lb n="5"/>
<lb n="15"/> αὐτῆς | καὶ μὴ λάθωμεν ἡμᾶς αὐτοὺς παρυπολαμβάνοντες τὸ
πρᾶγμα. Καθάπερ Ἀριστοτέλης ἀεὶ διγεῖτο τοὺς πλείστους
τῶν ἀκουσάντων παρὰ Πλάτωνος τὴν περὶ τἀγαθοῦ ἀκρόασιν
<lb n="20"/> παθεῖν. | προσιέναι μὲν γὰρ ἕκαστον ὑπολαμβάνοντα λήψεσθαί
τι τῶν νομιζομένων τούτων ἀνθρωπίνων ἀγαθῶν οἷον <lb n="10"/>
πλοῦτον ὑγίειαν ἰσχὺν τὸ ὅλον εὐδαιμονίαν τινὰ θαυμαστήν·
<lb n="25"/> ὅτε δὲ | φανείησαν οἱ λόγοι περὶ μαθημάτων καὶ ἀριθμῶν
καὶ γεωμετρίας καὶ ἀστρολογίας καὶ τὸ πέρας ὅτι ἀγαθόν</p></div><div type="textpart" subtype="section" n="31"><p rend="merge"> ἐστιν ἕν, παντελῶς οἶμαι παράδο|| ξόν τι ἐφαίνετο αὐτοῖς·
εἶθ᾿ οἱ μὲν ὑποκατεφρόνουν τοῦ πράγματος οἱ δὲ κατεμέμφοντο. <lb n="15"/>
Τί οὖν τὸ σἴτιον; οὐ προήδεσαν, ἀλλʼ ὥσπερ
<lb n="5"/> οἱ ἐριστικοὶ πρὸς τοὔνομα αὐτὸ ὑποκεχηνότες προσᾴεσαν·
εἰ δέ γέ τις οἶμαι προεξετίθει τὸ ὅλον, ἀπεγίνωσκεν ἂν ὁ
μέλλων ἀκούειν ἢ εἴπερ ἤρεσκεν αὐτῷ διέμενεν ἂν ἐν τῇ
<lb n="10"/> εἰρημένῃ ὑπολήψει. Προέλεγε μὲν οὖν καὶ αὐτὸς Ἀριστοτέλης <lb n="20"/>
<note type="footnote">3 προελθεῖν (δι suprascr.) B 4 τίς Merquard : τί codd.
6 παρυπολαμβανόντων Ma, sed ες supra ων scr. Mb 11 λοῦτον]
post o ante ν ras. M ὑγείαν MVBS εὐδαιμονίας τιμὴν R
12 δὲ supra lin. add. Mb 17 οἱ om. lac. 4 syllabb. R 18 προεξετίθη
Ma praeter θη quod cum ει superposito ab Mb in ras. qua plus
una littera deleta erat ἐπεγίνοωσκεν ex ἀπεγ. M : ἐπεγίνωσκεν
rell. 19 καὶ infra lin. ante ἢ add. Mb 20 εἰλημμένῃ
Marquard</note>

<pb n="123"/>
διʼ αὐτὰς ταύτας τὰς αἰτίας, ὡς ἔφη, τοῖς μέλλουσιν
ἀκροᾶσθαι παρʼ αὐτοῦ, περὶ τίνων τʼ ἐστὶν ἡ πραγματεία καὶ
τίς. Bέλτιων δὲ καὶ ἡμῖν φαίνεται, καθάπερ εἴπομεν ἐν <lb n="15"/>
ἀρχῇ, τὸ προενδέναι. Τέγνεται γὰρ ἐνίοτε ἐφʼ ἑκάτερα
<lb n="5"/> ἁμαρτία· οἱ μὲν γὰρ μέγα τι ὑπολαμβάνουσιν εἶναι τὸ
μάθημα καὶ ἔσεσθαι ἔνιοι μὲν οὐ μό|νον μουσικοὶ ἀκοῦ <lb n="20"/>
σαντες τὰ ἀρμμονικά, ἀλλὰ καὶ βελτίους τὸ ἤθος,-παρακούσαντες
τῶν ἐν ταῖς δεξεσι λόγων ὅτι πειρώμεθα ποιεῖν τῶν
μελοποιιῶν ἑκάστην καὶ τὸ ὅλον, τῆς μουσικῆς | ὅτι ἡ <lb n="25"/>
<lb n="10"/> μὲν τοιαύτη βλάπτει τὰ ἤθη ἡ δὲ τοιαύτη ὠφελεῖ, τοῦτο
αὐτὸ παρακούσαντες, τὸ δʼ ὅτι καθʼ ὅσον μουσικὴ δύναται
ἀφελεῖν οὐδʼ ἀκούσαντες ὅλως—οἱ δὲ πάλιν ὡς οὐδὲν ἄλλʼ <lb n="30"/>
ἢ μικρόν τι καὶ βουλόμενοι μὴ εἶναι ἔμπειροι μηδὲ τί ποτʼ
ἔστω. Οὐδέτερον δὲ τούτων ἀληθές ἐστιν, οὔτε γὰρ εὐκαταφρόνητόν
<lb n="15"/> ἐστί τινι ὃς νοῦν ἔχει τὸ μάθημα—δῆλον δʼ ἔσται
προῖόν τος τοῦ λόγου οὔτε τηλικοῦτον ὥστʼ αὔταρκες </p></div></div></div></body></text></TEI>