ἑτέρα δὲ ἀντίθεσις ὅταν ἀντιστέλληται κατάφασις ἀποφάσει· σὺ μὲν γὰρ ἔλαβες, Δημάδη, δῶρα παρὰ Φιλίππου, ἐγὼ δὲ οὐκ ἔλαβον· καὶ σύ μὲν συνέπινες αὐτῷ κατὰ τῆς πόλεως εὑωχουμένῳ, ἐγὼ δὲ οὐ συνέπινον· καὶ σὺ μὲν συνηνέχθης τοῖς ἐκείνου πρέσβεσι συνομνομνύμενος, ἐγὼ δὲ οὐ συνηνέχθην. Διάλυσις δὲ ὁπόταν τοὺς συνδέσμους αἴροντες ἑκάστου τῶν κώλων ἰδίαν ἀρχὴν ποιώμεθα, οἷον νομίσατε ὁρᾶν ἁλισκομένην πόλιν, τειχῶν κατασκαφάς, ἐμπρήσ εις οἰκιῶν, ἀγομένας γυναῖκας, παῖδαςἐπὶ δουλείαν, πρεσβύτας ἄνδρας, πρεσβύτιδας γυναῖκας, ὁψὲ μεταμανθάνοντας τὴν ἐλευθερίαν, κλαίοντας, ἱκετεύοντας ἡμᾶς, ὀργιζομένους οὐ τοῖς τιμωρουμένοις, ἀλλὰ τοῖς τούτων αἰτίοις. νῦν γὰρ οὐκ εἶπεν ἁλισκομένην πόλιν καὶ ἐμπιπραμένας οἰκίας καὶ κατασκαπτόμενα τείχη, ἀλλὰ χωρὶς τῶν συνδέσμων ἐξέφρασε τὸν λόγον. Ἐπίζευξις δὲ ὅταν τὰ προκείμενα ὀνόματα διαλαμβάνοντες τὴν ἐπιφορὰν ἐκφαντικωτέραν ποιησώμεθα, οἷον Θῆβαι δέ, Θῆβαι, πόλις ἀστυγείτων, μεθʼ ἡμέραν ἐκ μέσης τῆς Ἑλλάδος ἀνηρπάσδη. Κλῖμαξ δὲ ὅταν ἕκαστον τῶν ἐν τοῖς κώλοις ὀνομάτων ἀναλαμβάνοντες διατιθώμεθα τὸν λόγον, ὡς οὐκ εἶπον μὲν ταῦτα, οὑκ ἔγραψα δέ, οὐδ᾿ ἔγραψα μέν, οὐκ ἐπρέσβευσα δέ, οὐδʼ ἐπρέσβευσα μέν, οὐκ ἔπεισα δὲ Θηβαίους. καὶ τὸ παρ᾿ Ὁμήρῳ δέ τινες τούτῳ τῷ σχήματι συναριθμοῦσιν, Ἥφαιστος μὲν δῶκε Διῒ Κρονίωνι ἄνακτι· αὐτὰρ ἄρα Ζεὺς δῶκε διακτόρῳ ἀργειφόντῃ Ἐρμείας δὲ ἄναξ δῶκεν Πέλοπι πληξίππῳ· αὐτὰρ ὁ αὖτε Πέλοψ δῶκʼ Ἀτρέϊ, ποιμένι λαῶν· Ἀτρεὺς δὲ θνήσκων ἔλιπε πολύαρνι Θυέστῃ· αὐτὰρ ὁ αὖτε Θύεστʼ Ἀγαμέμνονι λεῖπε φορῆναι.