ἑτέρα δὲ ἀντίθεσις ὅταν ἀντιστέλληται κατάφασις ἀποφάσει· σὺ μὲν γὰρ ἔλαβες, Δημάδη, δῶρα παρὰ Φιλίππου, ἐγὼ δὲ οὐκ ἔλαβον· καὶ σύ μὲν συνέπινες αὐτῷ κατὰ τῆς πόλεως εὑωχουμένῳ, ἐγὼ δὲ οὐ συνέπινον· καὶ σὺ μὲν συνηνέχθης τοῖς ἐκείνου πρέσβεσι συνομνομνύμενος, ἐγὼ δὲ οὐ συνηνέχθην. Διάλυσις δὲ ὁπόταν τοὺς συνδέσμους αἴροντες ἑκάστου τῶν κώλων ἰδίαν ἀρχὴν ποιώμεθα, οἷον νομίσατε ὁρᾶν ἁλισκομένην πόλιν, τειχῶν κατασκαφάς, ἐμπρήσ εις οἰκιῶν, ἀγομένας γυναῖκας, παῖδαςἐπὶ δουλείαν, πρεσβύτας ἄνδρας, πρεσβύτιδας γυναῖκας, ὁψὲ μεταμανθάνοντας τὴν ἐλευθερίαν, κλαίοντας, ἱκετεύοντας ἡμᾶς, ὀργιζομένους οὐ τοῖς τιμωρουμένοις, ἀλλὰ τοῖς τούτων αἰτίοις. νῦν γὰρ οὐκ εἶπεν ἁλισκομένην πόλιν καὶ ἐμπιπραμένας οἰκίας καὶ κατασκαπτόμενα τείχη, ἀλλὰ χωρὶς τῶν συνδέσμων ἐξέφρασε τὸν λόγον. Ἐπίζευξις δὲ ὅταν τὰ προκείμενα ὀνόματα διαλαμβάνοντες τὴν ἐπιφορὰν ἐκφαντικωτέραν ποιησώμεθα, οἷον Θῆβαι δέ, Θῆβαι, πόλις ἀστυγείτων, μεθʼ ἡμέραν ἐκ μέσης τῆς Ἑλλάδος ἀνηρπάσδη. Κλῖμαξ δὲ ὅταν ἕκαστον τῶν ἐν τοῖς κώλοις ὀνομάτων ἀναλαμβάνοντες διατιθώμεθα τὸν λόγον, ὡς οὐκ εἶπον μὲν ταῦτα, οὑκ ἔγραψα δέ, οὐδ᾿ ἔγραψα μέν, οὐκ ἐπρέσβευσα δέ, οὐδʼ ἐπρέσβευσα μέν, οὐκ ἔπεισα δὲ Θηβαίους. καὶ τὸ παρ᾿ Ὁμήρῳ δέ τινες τούτῳ τῷ σχήματι συναριθμοῦσιν, Ἥφαιστος μὲν δῶκε Διῒ Κρονίωνι ἄνακτι· αὐτὰρ ἄρα Ζεὺς δῶκε διακτόρῳ ἀργειφόντῃ Ἐρμείας δὲ ἄναξ δῶκεν Πέλοπι πληξίππῳ· αὐτὰρ ὁ αὖτε Πέλοψ δῶκʼ Ἀτρέϊ, ποιμένι λαῶν· Ἀτρεὺς δὲ θνήσκων ἔλιπε πολύαρνι Θυέστῃ· αὐτὰρ ὁ αὖτε Θύεστʼ Ἀγαμέμνονι λεῖπε φορῆναι. Σύλληψις δὲ ὅταν τὸ τῷ ἑτέρῳ συμβεβηκὸς κἀπὶ θατέρου λαμβάνηται, οἷον τῶ δὲ δύω σκάζοντε βάτην Ἄρεος θεράποντε, Τυδείδης τε μενεπτόλεμος καὶ δῖος Ὀδυσσεύς. πιθανὸν γὰρ ἦν αὐτῶν τὸν ἕτερον σκάζειν, τὸν κατὰ τοῦ ταρσοῦ τετρωμένον. καὶ Βορέης καὶ Ζέφυρος, τώτε Θρκῄκηθεν ἄητον. μόνος γὰρ ὁ Βορέας ἀπὸ τῆς Θρᾴκης ἐκπνεῖ. καὶ τὸ παρὰ Πινδάρῳ ἐπί τε τοῦ Πειρίθου καὶ τοῦ Θησέως λεγόμενον, φὰν δʼ ἔμμεναι Ζηνὸς υίοὶ καὶ κλυτοπώλου Ποσειδάωνος. Κατ᾿ ἐξοχὴν δὲ γίνεται ὅταν τῶν ἐν τῷ κοινῷ ῥηθέντων ἰδίᾳ καθʼ ὑπεροχὴν μνησθῶμεν τινῶν· Ζεὺς δ᾿ ἐπεὶ οὖν Τρῶάς τε καὶ Ἕκτορα νηυσὶ πέλασσεν. εἷς γὰρ ἦν τῶν Τρώων καὶ ὁ Ἕκτωρ, ἰδίᾳ δὲ εἴρηται. ὅτι ἄριστος· καὶ οὐ γὰρ ἔτʼ Οἰνῆος μεγαλήτορος υἱέες ἦσαν, οὐδʼ ἄρʼ ἔτʼ αὐτὸς ἔην, θάνε δὲ ξανθὸς Μελέαγρος. ὅπερ οὐ νοήσαντες οἱ νεώτεροι τὸν Μελέαγρον, Ἄρεως ὄντα, κεχωρίσθαι τῶν Οἰνειδῶν ἔδοξαν. Πινδαρικὸν δὲ τὰ τοῖς πληθυντικοῖς ὀνόμασιν ἑνικα ῥήματα ἔχοντα ἐπιφοράν, οἷον ἄν δρες ἐπὶ πόλεως. καὶ ἰαχεῖ βαρυφθεγκτᾶν ἀγέλαι λεόντων καὶ παρʼ Ἡσιόδῳ, τῆς δʼ ἦν τρεῖς κεφαλαί. ἀπὸ δὲ τούτου τοῦ ἔθους καὶ τοῖς οὐδετέροις πληθυντικοῖς ἑνικὰ ῥήματα ἐπιφέρειν ἀεὶ παρεδεξάμεθα, ὅπερ οὐ τηροῦσι παντάπασιν οἱ λυρικοί, ἀλλʼ οὐδὲ ὁ ποιητής· λέγει γοῦν γυῖα λέλυνται· καὶ ἐκ παραλλήλου, καὶ δὴ δοῦρα σέσηπε νεῶν καὶ σπάρτα λέλυνται. Τὸ δὲ Ἰβύκειον καὶ λέξεως καὶ συντάξεώς ἐστι, γίνεται δὲ ἐν τοῖς ὑποτακτικοῖς τρίτοις προσώποις τῶν ῥημάτων κατὰ πρόσθεσιν τῆς σι συλλαβῆς, λαμπρὸν παμφαίνησι λελουμένος ὠκεανοῖο. καὶ εἴπερ τις ἐπιχθονίων ἀνθρώπων φησὶν ἐλεύσεσθαι. καλεῖται δὲ Ἰβύκειον, οὐχ ὅτι πρῶτος Ἰβυκὸς αὐτῷ ἐχρήσατο, (δέδεικται γὰρ καὶ παρʼ Ὁμήρῳ πρότερον) ἀλλʼ ἐπεὶ πολὺ καὶ κατακορὲς παρʼ αὐτῷ. καὶ γὰρ γλαυκώπιδα Κασάνδραν, ἐρασιπλόκαμον κόραν Πριάμοιο, φᾶμις ἔχησι βροτῶν. καὶ δι᾿ ἑτέρων, τᾶμος ἄϋπνος κλυτὸς ὄρθρος ἐγείρησιν ἀηδόνας, ἀντὶ τοῦ ἐγείρῃ. Ἀλκμανικὸν δὲ τὸ μεσάζον τὴν ἐπαλλήλων ὀνομάτων ἢ ῥημάτων θέσιν πληθυντικοῖς ἢ δυϊκοῖς ὀνόμασιν ἢ ῥήμασι. τέσσαρα δὲ παρὰ τῷ ποιητῇ τοιαῦτα, ᾗχι ῥοὰς Σιμόεις συμβάλλετον ἠδὲ Σκάμανδρος. καὶ ἔνθα μὲν εἰς Ἀχέροντα Πυριφλεγέθων τε ῥέουσι Κωκυτός τε. καὶ εἰ δέ κʼ Ἄρης ἄρχωσι μάχης καὶ Φοῖβος Ἀπόλλων. καὶ εἰ μὲν δὴ θάρσος μοι Ἄρης τʼ ἔδοσαν καὶ Ἀθήνη. πλεονάζει δὲ τοῦτο τὸ σχῆμα παρʼ Ἀλκμᾶνι τῷ λυρικῷ, ὅθεν καὶ Ἀλκμανικὸν ὠνόμασται. εὐθὺς γοῦν ἐν τῇ δευτέρᾳ ᾠδῇ παρείληπται, Κάστωρ τε πώλων ὠκέων δαμάντορες ἱππότα σοφὼ καὶ Πολυδεύκης κυδρός. Ἐκπαραλλήλου δὲ ὅταν δύο λέξεις ἐπάλληλοι τεθῶσι τὸ αὐτὸ σημαίνουσαι, ὡς δηθά τε καὶ δολιχόν, ταὐτὸ σημαίνουσι. γίνεται δὲ ἤτοι ἐκ δύο λέξεων, ὡς ἔχει τὸ προειρημένον, ἐκ κοινοῦ καὶ ξένου, πυκνοὶ καὶ θαμέες· ἢ ἐκ δύο κοινῶν, δεῦτʼ ἄγετʼ Ἀργείην Ἑλένην καὶ κτήμαθʼ ἅμʼ αὐτῇ. καὶ ὡς παρὰ τῷ Ἡσιόδῳ, νόσφιν ἄτερ πόνου καὶ ὀϊζύος. Καταρίθμησις δὲ ὅταν ἐπαλλήλων ὀνομάτων σύνέθεσις γίνηται, Καρδαμύλην᾿ Ἐνόπην τε καὶ Ἰρὴν ποιήεσσαν. καὶ παρὰ Δημοσθένει, πρῶτὸν Ἐρέτριαν εἷλεν, εἶτα Πύοναν πόλιν, Ποτίδαιαν, Μεθώνην οὖθις. Ἀσύνδετον δὲ τὸ τὸν μὲν λόγον ἠρτημένον ἔχον τοῦ προτέρου διανοήματος, τὴν δὲ φράσιν κεχωρισμένην, ἴομεν ὡς ἐκέλευες ἀνὰ δρυμὰ φαίδιμ᾿ Ὀδυσσεῦ· εὕρομεν ἐν βήσζῃσι τετυγμένα δώματα καλά. καὶ ἔρχεσθον κλισίην Πηληϊάδεω Ἀχιλῆος, χειρὸς ἑλόντʼ ἀγέμεν Βρισηϊδα καλλιπάρῃον. Ἐξ ἀντιστρόφου δέ ἐστι φράσις ἡ τὰ συνέχοντα τὴν ἑρμηνείαν ἐνηλλαγμένα ἔχουσα, ταὶ δὲ μεγάλα κτυπέουσαι πίπτον, ἀντὶ τοῦ πίπτουσαι ἐκτύπουν. καὶ κάμε τεύχων· καμὼν γὰρ ἔτευξεν. τοιοῦτο λέγουσιν εἶναι καὶ τὸ παρῴχηκε δὲ πλέον νὺξ τῶν δύο μοιράων. νοείσθω δὲ τὸ πλέον τῆς νυκτός, ὅ εἰσι δύο μοῖραι. Ῥητέον δʼ ἑξῆς καὶ περὶ τῶν τοῦ λόγου κατασκευῶν. Προοικονομία τοίνυν ἐστὶν ἡ τὰ μέλλοντα διατίθεσθαι προπαρασκευάζουσα λέξις. ἐπειδὴ τῷ Σκαμάνδρῳ διωνυμίαν ἤμελλε περιάπτειν ὁ ποιητής, ἄλλας προϋπεστήσατο διωνυμίας, τὴν ἤτοι ἄνδρες Βατίειαν κικλήσκουσιν, ἀθάνατοι δέ τε σῆμα πολυσκάρθμοιο Μυρίνης. καὶ χαλκίδα κικλήσκουσι θεοί, ἄνδρες δὲ κύμινδιν· ἵνα τῷ μέτρῳ τὸ ξάνθου ὄνομα παραλειφθὲν ἁρμόσῃ. Προαναφώνησις δὲ ἡ τὰ μέλλοντα αὖθις διὰ πλειόνων ῥηθήσεσθαι προσυνιστῶσα φράσις, οἷον ἦ γὰρ ἔμελλε οἷ τʼ αὐτῷ θάνατόν τε κακὸν καὶ κῆρα λιτέσθαι. καὶ ὄφρα μὲν Ἕκτωρ ζωὸς ἔην καὶ μήνιʼ Ἀχιλλεύς, καὶ Πριάμοιο ἄνακτος ἀπόρθητος πόλις ἔπλεν, τόφρα δὲ καὶ μέγα τεῖχος Ἀχαιῶν ἔμπεδον ἦεν· αὐτὰρ ἐπεὶ κατὰ μὲν Τρώων θάνον ὅσσοι ἄριστοι, πολλοὶ δʼ Ἀργείων οἱ μὲν δάμεν, οἱ δὲ λίποντο, πέρθετο δὲ Πριάμοιο πόλις δεκάτῳ ἐνιαυτῷ. ἡ δὲ προαναφώνησις ἐξ ἡρωϊκοῦ προσώπου γίνεται ὡς πρό, τινα μὴ παρόντα, ὦ μάκαρ Ἀτρείδη, μοιρηγενές, ὀλβιόδαιμον· ἦ ῥά νύ τοι πολλοὶ δεδμήατο κοῦροι Ἀχαιῶν. καὶ ἆ δειλώ, τί σφῶϊ δόμεν Πηλῆϊ ἄνακτι, θνητῷ, ὑμεῖς δʼ ἐστὸν ἀγήρω τʼ ἀθανάτω τε.