καὶ ἐπὶ τοῦ αὐτοῦ χρόνου, τὴν δὲ διεπράθομέν τε καὶ ἤγομεν ἐνθάδε πάντα. Ὁμοιοκατάληκτον δέ ἐστι φράσις εἰς μίαν καὶ τὴν ὁμοίαν κατακλειομένη κατάληξιν, οἷον Οὔλυμπον δ᾿, ὅθι φασὶ θεῶν ἕδος ἔμμεναι ἐσθλόν. οὔτʼ ἀνέμοισι τινάσσεται οὔτε ποτʼ ὄμβρῳ δεύεται, οὔτε χιὼν ἐπικίδναται, ἀλλὰ μάλʼ αἴθρη πέπταται ἀννέφελος. Ὁρισμὸς δέ ἐστιν ὅταν προθέντες ὄνομά τι ἢ ῥῆμα, οἷόν ἐστιν, ὁριζώμεθα· παραπέμπει γὰρ ἡμᾶς ἡ ἐλπίς, αὕτη δὲ ἀτυχούντων ἐστὶν ἐφόδιον. Ἀστεϊσμὸς δέ ἐστι προσποίησις πιθανὴ τοῦ μὴ λέγειν ἢ μνημονεύειν ἡμᾶς ἃ λέγομεν, ὡς παρὰ Σοφοκλεῖ εἰσῆκται λέγων ὁ Ὀδυσσεὺς τῷ Διομήδει, ἐγὼ δʼ ἐρῶ σοι δεινὸν οὐδέν, οὔθʼ ὅπως φυγὰς πατρῴας ἐξελήλασαι χθονός, οὔθʼ ὡς ὁ Τυδεὺς ἀνδρὸς οἷμα συγγενὲς κτείνας ἐν Ἄργει ξεῖνος ὢν οἰκίζεται, οὔθʼ ὡς πρὸ Θηβῶν ὠμοβρῶτʼ ἐδαίσατο τὸν Ἀστάκειον παῖδα διακαρατομῶν. Ἐπιτροπὴ δὲ ὅταν τοῖς ἀκούουσιν ἐπιτρέψωμεν τὴν τῶν πραγμάτων ἢ ὀνομάτων ἐξουσίαν, ὡς παρὰ τῷ Εὐριπίδῃ παρεισάγεται ἡ Ἀνδρομέδα λέγουσα τῷ Περσεῖ, ἄγου δέ μʼ ὦ ξένʼ, εἴτε πρόσπολον θέλεις, εἴτʼ ἄλοχον, εἴτε δμωΐδα. Ἀντίθεσις δὲ γίνεται κατὰ τρόπους πλείους· εἷς μὲν ὅταν ἀντικείμενα ὀνόματα λαμβάνηται· τιμωρία γὰρ ἐπιτίμιον κακίας, οὐκ ἀρετῆς. καὶ πολέμῳ δὲ ἰσχὺν χαρηγεῖ πλοῦτος, οὐ πενία. καὶ κατὰ διέξοδον, προτιμῶσιν αἱ πόλεις τῶν ἀδίκως πλουτούντων τοὺς δικαίως πενομένους, καὶ τῶν παρανόμως νικώντων τοὺς ἐννόμως ἡττωμένους, καὶ τῶν κακῶς ζώντων τοὺς καλῶς ἀποθνύσκοντος.