καὶ ἅτε παρθένος ἠΐθεός τε, παρθένος ἠΐθεός τʼ ὀαρίζετον ἀλλήλοιϊν. καὶ Θῆβαι δέ, Θῆβαι, πόλις ἀστυγείτων, μεθ᾿ ἡμέραν ἐκ μέσης τῆς Ἐλλάδος ἀνήρπασται. Πολύπτωτον δὲ ὅταν ἤτοι τὰς ὀνομασίας ἢ τὰ ὀνόματα εἰς πάσας τὰς πτώσεις μεταβάλλοντες διατιθώμεθα τὸν λόγον, ὡς παρὰ Κλεοχάρει· Δημοσθἐνης ὑπέστη Φιλίππῳ· Δημοσθένους πένης μὲν ὁ βίος, μεγάλη δʼ ἡ παρρησία· Δημοσθένει πολλῶν διδομένῳν οὐδὲν οὔτε πλῆθος οὔτε κάλλος ἄξιον ἐφάνη προδοσίας· Δημοσθένην Ἀλέξανδρος ἐξῄτει· τὸ διὰ τί παρʼ αὑτοῖς λογίζεσθε· ἀδίκως τε ἀπέθανες, ὦ Δημόσθενες. ἔστι δὲ τὸ τοιοῦτον σχῆμα καὶ παρά τισι τῶν ποιητῶν, ὡς παρʼ Ἀρχιλόχῳ καὶ Ἀνακρέοντι· καὶ παρὰ μὲν οὖν Ἀρχιλόχῳ· νῦν δὲ Λεώφιλος μὲν ἄρχει, Λεώφιλος δʼ ἐπικρατεῖ, Λεωφίλῳ δὲ πάντα κεῖται, Λεώφιλος δʼ ἄκουε. παρὰ δὲ Ἀνακρέοντι ἐπὶ τριῶν, Κλευβούλου μὲν ἔγωγ᾿ ἐρῶ, Κλευβούλῳ δʼ ἐπιμαίνομαι, Κλεύβουλον δʼ ἰδέειν ποθέω. Ὁμοιόπτωτον δέ ἐστι φράσις ἐκ τῶν παραπλησίων καὶ τῶν ὑμοίων κλίσεων εἰς ἓν ἐξενηνεγμένη, οἷον ἐπὶ μὲν εὐθείας, λυσόμενός τε θύγατρα, φέρων τʼ ἀπερείσιʼ ἄποινα, στέμματʼ ἔχων ἐν χερσὶν ἑκηβόλου Ἀπόλλωνος. ἐπὶ δὲ αἰτιατικῆς, Ἄλκανδρόν θ᾿ Ἅλιόν τε Νοήμονά τε Πρύτανίν τε.