ἐπεὶ γὰρ ὡς περὶ ἑτέρων εἶπε τὸ πείθονται, συμπεριέλαβεν ἐν τῷ δευτέρῳ καὶ ἑαυτόν. Ἀποστροφὴ δὲ γίνεται ὅταν δέον εἰπεῖν πρὸς ἁμαρτάνοντας, πρὸς μὲν αὐτοὺς ἐκείνους οὐδὲν εἴπωμεν, πρὸς δὲ τὸν τὴν ὅλην ἀποδεχόμενον βλάβην. Ὀδυσσεὺς οὖν βουλόμενος εἰπεῖν τὴν βλάβην τοῖς Ἕλλησιν, ὅτι ἀδικοῦσι παραβαίνοντες τὰς ὑποσχέσεις ἃς ὑπέσχοντο τῷ βασιλεῖ, πρὶν ἑλεῖν τὴν Ἴλιον ἀνακάμπτειν ζητοῦντες οἴκαδε, ἐπεὶ τοῦτο ἑώρα σκληρότερον πρὸς κεκινημένην τὴν ἐκκλησίαν, οὐδὲν μὲν παροξύνων εἶπεν, ἀλλὰ γὰρ ἀπέστρεψε τὸν λόγον πρὸς τὸν βασιλέα, Ἀτρείδη, νῦν δή σε ἄναξ ἐθέλουσιν Ἀχαιοὶ πᾶσιν ἐλέγχιστον θέμεναι μερόπεσσι βροτοῖσιν ἐπεὶ γὰρ τὸ ἐκείνους ψεύστας τε καὶ ἀδίκους ἀποφαίνειν κίνδυνον ἐδόκει φέρειν, τὴν μὲν δύναμιν ἐφύλαξε τοῦ νοῦ, ἔδοξε δὲ πολλοῖς ἐλεεινὸν λέγειν τὸν ἐγκαταλειπόμενον, καὶ οὐ πονηροὺς τοὺς ἐγκαταλείποντας τὸν βασιλέα. Διαβεβαίωσις δέ ἐστι λόγου παρρησία μετὰ τοῦ δύνασθαι πράττειν ἀπαρεμποδίστως ταῦτα ἅπερ ἐν τοῖς λόγοις διασημαίνεται, οἷον ἀλλʼ οὐ μὰν ὑμῖν γε καὶ ἅρμασι δαιδαλέοισιν Ἕκτωρ Πριαμίδης ἐποχήσεται· οὐ γὰρ ἐάσω. Ἐρώτησις δέ ἐστι λόγος ἐν ὑποκρίσει λεγόμενος ἐπὶ τῷ σαφέστερον γνῶναί τι τῶν ἐπιζητουμένων, ὡς παρὰ Ὑπερίθῃ, δοκεῖς γὰρ αὐτὸν εἰπεῖν; Ἀντεστραμμένον δέ ἐστι λόγος ἀντικείμενος τῇ κατὰ φράσιν προφορᾷ τῶν σημαινομένων, οἷον πολλά οἱ ἀμφὶ κάρη σφέλα ἀνδρῶν ἐκ παλαμάων πλευραὶ ἀποτρίψουσι δόμον κάτα βαλλομένοιο. Ἐπαναφορὰ δέ ἐστι πλάσις ἐκ τοῦ διπλασιάζεσθαι ἐπίτασιν δηλοῦσα, οἷον τοῦδʼ ἐγὼ ἀντίος εἶμι, καὶ εἰ πυρὶ χεῖρας ἔοικεν, εἰ πυρὶ χεῖρας ἔοικε, μένος δʼ αἴθωνι σιδήρῳ.