Παρονομασία δέ ἐστιν ὅταν ἔκ τινος τῶν ληφθέντων εἰς διάνοιαν ὀνομάτων ἢ ῥημάτων βραχὺ μεταποιήσαντες ἑτέραν κινήσωμεν διάνοιαν, οἷον τῶν μὲν Πρόθοος θοὸς ἡγεμόνευε. συνώνυμον γὰρ ὄνομα λαβὼν ἐτήρησε τὴν ἀρχήν, δυνάμενος εἰπεῖν, Πρόθοος ταχύς. Ἀποσιώπησις δὲ ὁπόταν ἀτοπωτέρᾳ τις μέλλων ἐπιφορᾷ χρῆσθαι σιγήσῃ τὸ συμπέρασμα τῆς διανοίας· ἀλλʼ ἐμοὶ μὲν — οὐ βούλομαι δὲ δυσχερὲς οὐδὲν εἰπεῖν ἀρχόμ ενος τοῦ λόγου. Διὰ μέσου δέ ἐστιν ἕνωσις λόγου τὸ ἀκόλουθον ἀφαιρουμένη ἑτέρου τινὸς παραθέσει λόγου, οἷον σφῶϊ μὲν — οὐ γὰρ ἔοικʼ ὀτρυνέμεν — οὔτι κελεύω. Διόρθωσις δὲ ὅταν τῷ ῥηθέντι δυσαρεστήσαντες ὡς οὐχ ἱκανῶς εἰρημένῳ μεταφράσωμεν, εἶτα ἐπιδιασαφήσωμεν αὐτὸ μᾶλλον, οἷον ὑμεῖς τοίνυν, ὦ ἄνδρες Ἀθηναῖοι· τὸ δʼ ὑμεῖς ὅταν εἴπω, τὴν πόλιν λέγω. Προδιόρθωσις δὲ ὅταν μέλλωμεν αἰσχρὰ κατὰ τῶν ἀντιδίκων ἢ μεγάλαυχα περὶ αὐτῶν ἐρεῖν, εἶτα ἐκμαλάσσωμεν τοῖς μόγοις προκαταλαμβάνοντες τοὺς ἀκροατάς, οἷον ἐγγὺς ἀνὴρ — οὐ δηθὰ ματεύσομεν — αἴκʼ ἐθέλητε πείθεσθαι· καὶ μή τι κότῳ ἀγάσησθε ἕκαστος, οὕνεκα δὴ γενεῇφι νεώτατός εἰμι μεθʼ ὑμῖν, πατρὸς δʼ ἐξ ἀγαθοῦ καὶ ἐγῶ γένος εὔχομαι εἶναι. Ἐπιδιόρθωσις δὲ ὅταν τοῖς δοκοῦσιν ἡμαρτῆσθαι ἐπάγῃ τις ὥσπερ θεράπειαν τὴν μετάνοιαν, οἷον σοί τʼ ἐπιπείθονται καὶ δεδμήμεσθα ἕκαστος.