ΠΕΡΙ ΤΩΝ ΕΝ ΔΟΓΩι ΣΧΗΜΑΤΩΝ. Σχῆμά ἐστι λόγου ἢ λέξεως οἰκονομία μετʼ εὐκοσμίας ἐκπεφευγυῖα τὴν ἰδιωτικὴν ἁπλότητα τῆς ἀπαγγελίας. ἔστι δὲ τὰ τῷ λόγῳ παρακολουθοῦντα σχήματα τάδε· ἀπὸ κοινοῦ, μερισμός, ἀπολελυμένον, παρονομασία, ἀποσιώπησις, διὰ μέσου, διόρθωσις, προδιόρθωσις, ἐπιδιόρθωσις, ἀποστροφή, διαβεβαίωσις, ἐρώτησις, ἀντεστραμμένον, ἐπαναφορά, πολύπτωτον, ὁμοιόπτωτον, ὁμοιοκατάληκτον, ὁρισμός, ἀστεϊσμός, ἐπιτροπή, ἀντίθεσις, διάλυσις, ἐπίζευξις, κλῖμαξ, σύλληψις, κατʼ ἐξοχήν, Πινδαρικόν, Ἰβύκειον, Ἀλκμανικόν, ἐκ παραλλήλου, καταρίθμησις, ἀσύνδετον, ἐξ ἀντιστρόφου. τὰς γὰρ κατασκευὰς τοῦ λόγου οὐ συναριθμητέον τοῖς σχήμασιν, οἷον τήν τε προοικονομίαν καὶ προαναφώνησιν καὶ παραβολὴν καὶ ὁμοίωσιν καὶ ἀνταπόδοσιν καὶ παράδειγμα καὶ εἰκόνα. Ἀπὸ κοινοῦ μέν ἐστι λόγων συνέχεια ἐν διανοίᾳ κοινωνοῦσα ὡς ἐπὶ τὸ πλεῖστον ἑνὸς ῥήματος εἰς συντέλειαν, οἷον καὶ ἐλίσσετο πάντας Ἀχαιούς, Ἀτρείδα δὲ μάλιστα δύο κοσμήτορε λαῶν. Μερισμὸς δὲ πράγματος ἑνὸς εἰς πολλὰ διαίρεσις εἰς δήλωσιν τῶν ὑποκειμένων, οἷον ἄνδρας μὲν κτείνουσι, πόλιν δέ τι πῦρ ἀμαθύνει, τέκνα δέ τʼ ἄλλοι ἄγουσι βαθυζώνους τε γυναῖκας. τούτῳ τῷ σχήματι χρησαμένη ἡ Κλεοπάτρα ὥσπερ ἐδυσώπησεκαὶ διήγειρε τὸν Μελέαγρον· ἡ γὰρ καθʼ ἕκαστον τῶν ὑποκειμένων διήγησις εἰς ὄψιν ἡμῖν τὸν τῆς πόλεως οἶκτον ἤγαγεν. Ἀπολελυμένον δέ ἐστι λόγος πολλὰς ἀρχὰς ἔχων ἐκ διαιρέσεως καὶ διαλείμματος ἐκφέρων τὴν τῆς φωνῆς ὁρμήν, καθάπερ ἀνακαιομένου καὶ ἐκλάμποντος τοῦ υμοῦ τοῦ λέγοντος, οἷον Δύσπαρι, εἶδος ἄριστε, γυναιμανές, ἠπεροπευτά.