ΠΕΡΙ ΤΩΝ ΕΝ ΔΟΓΩι ΣΧΗΜΑΤΩΝ. Σχῆμά ἐστι λόγου ἢ λέξεως οἰκονομία μετʼ εὐκοσμίας ἐκπεφευγυῖα τὴν ἰδιωτικὴν ἁπλότητα τῆς ἀπαγγελίας. ἔστι δὲ τὰ τῷ λόγῳ παρακολουθοῦντα σχήματα τάδε· ἀπὸ κοινοῦ, μερισμός, ἀπολελυμένον, παρονομασία, ἀποσιώπησις, διὰ μέσου, διόρθωσις, προδιόρθωσις, ἐπιδιόρθωσις, ἀποστροφή, διαβεβαίωσις, ἐρώτησις, ἀντεστραμμένον, ἐπαναφορά, πολύπτωτον, ὁμοιόπτωτον, ὁμοιοκατάληκτον, ὁρισμός, ἀστεϊσμός, ἐπιτροπή, ἀντίθεσις, διάλυσις, ἐπίζευξις, κλῖμαξ, σύλληψις, κατʼ ἐξοχήν, Πινδαρικόν, Ἰβύκειον, Ἀλκμανικόν, ἐκ παραλλήλου, καταρίθμησις, ἀσύνδετον, ἐξ ἀντιστρόφου. τὰς γὰρ κατασκευὰς τοῦ λόγου οὐ συναριθμητέον τοῖς σχήμασιν, οἷον τήν τε προοικονομίαν καὶ προαναφώνησιν καὶ παραβολὴν καὶ ὁμοίωσιν καὶ ἀνταπόδοσιν καὶ παράδειγμα καὶ εἰκόνα. Ἀπὸ κοινοῦ μέν ἐστι λόγων συνέχεια ἐν διανοίᾳ κοινωνοῦσα ὡς ἐπὶ τὸ πλεῖστον ἑνὸς ῥήματος εἰς συντέλειαν, οἷον καὶ ἐλίσσετο πάντας Ἀχαιούς, Ἀτρείδα δὲ μάλιστα δύο κοσμήτορε λαῶν. Μερισμὸς δὲ πράγματος ἑνὸς εἰς πολλὰ διαίρεσις εἰς δήλωσιν τῶν ὑποκειμένων, οἷον ἄνδρας μὲν κτείνουσι, πόλιν δέ τι πῦρ ἀμαθύνει, τέκνα δέ τʼ ἄλλοι ἄγουσι βαθυζώνους τε γυναῖκας. τούτῳ τῷ σχήματι χρησαμένη ἡ Κλεοπάτρα ὥσπερ ἐδυσώπησεκαὶ διήγειρε τὸν Μελέαγρον· ἡ γὰρ καθʼ ἕκαστον τῶν ὑποκειμένων διήγησις εἰς ὄψιν ἡμῖν τὸν τῆς πόλεως οἶκτον ἤγαγεν. Ἀπολελυμένον δέ ἐστι λόγος πολλὰς ἀρχὰς ἔχων ἐκ διαιρέσεως καὶ διαλείμματος ἐκφέρων τὴν τῆς φωνῆς ὁρμήν, καθάπερ ἀνακαιομένου καὶ ἐκλάμποντος τοῦ υμοῦ τοῦ λέγοντος, οἷον Δύσπαρι, εἶδος ἄριστε, γυναιμανές, ἠπεροπευτά. Παρονομασία δέ ἐστιν ὅταν ἔκ τινος τῶν ληφθέντων εἰς διάνοιαν ὀνομάτων ἢ ῥημάτων βραχὺ μεταποιήσαντες ἑτέραν κινήσωμεν διάνοιαν, οἷον τῶν μὲν Πρόθοος θοὸς ἡγεμόνευε. συνώνυμον γὰρ ὄνομα λαβὼν ἐτήρησε τὴν ἀρχήν, δυνάμενος εἰπεῖν, Πρόθοος ταχύς. Ἀποσιώπησις δὲ ὁπόταν ἀτοπωτέρᾳ τις μέλλων ἐπιφορᾷ χρῆσθαι σιγήσῃ τὸ συμπέρασμα τῆς διανοίας· ἀλλʼ ἐμοὶ μὲν — οὐ βούλομαι δὲ δυσχερὲς οὐδὲν εἰπεῖν ἀρχόμ ενος τοῦ λόγου. Διὰ μέσου δέ ἐστιν ἕνωσις λόγου τὸ ἀκόλουθον ἀφαιρουμένη ἑτέρου τινὸς παραθέσει λόγου, οἷον σφῶϊ μὲν — οὐ γὰρ ἔοικʼ ὀτρυνέμεν — οὔτι κελεύω. Διόρθωσις δὲ ὅταν τῷ ῥηθέντι δυσαρεστήσαντες ὡς οὐχ ἱκανῶς εἰρημένῳ μεταφράσωμεν, εἶτα ἐπιδιασαφήσωμεν αὐτὸ μᾶλλον, οἷον ὑμεῖς τοίνυν, ὦ ἄνδρες Ἀθηναῖοι· τὸ δʼ ὑμεῖς ὅταν εἴπω, τὴν πόλιν λέγω. Προδιόρθωσις δὲ ὅταν μέλλωμεν αἰσχρὰ κατὰ τῶν ἀντιδίκων ἢ μεγάλαυχα περὶ αὐτῶν ἐρεῖν, εἶτα ἐκμαλάσσωμεν τοῖς μόγοις προκαταλαμβάνοντες τοὺς ἀκροατάς, οἷον ἐγγὺς ἀνὴρ — οὐ δηθὰ ματεύσομεν — αἴκʼ ἐθέλητε πείθεσθαι· καὶ μή τι κότῳ ἀγάσησθε ἕκαστος, οὕνεκα δὴ γενεῇφι νεώτατός εἰμι μεθʼ ὑμῖν, πατρὸς δʼ ἐξ ἀγαθοῦ καὶ ἐγῶ γένος εὔχομαι εἶναι. Ἐπιδιόρθωσις δὲ ὅταν τοῖς δοκοῦσιν ἡμαρτῆσθαι ἐπάγῃ τις ὥσπερ θεράπειαν τὴν μετάνοιαν, οἷον σοί τʼ ἐπιπείθονται καὶ δεδμήμεσθα ἕκαστος. ἐπεὶ γὰρ ὡς περὶ ἑτέρων εἶπε τὸ πείθονται, συμπεριέλαβεν ἐν τῷ δευτέρῳ καὶ ἑαυτόν. Ἀποστροφὴ δὲ γίνεται ὅταν δέον εἰπεῖν πρὸς ἁμαρτάνοντας, πρὸς μὲν αὐτοὺς ἐκείνους οὐδὲν εἴπωμεν, πρὸς δὲ τὸν τὴν ὅλην ἀποδεχόμενον βλάβην. Ὀδυσσεὺς οὖν βουλόμενος εἰπεῖν τὴν βλάβην τοῖς Ἕλλησιν, ὅτι ἀδικοῦσι παραβαίνοντες τὰς ὑποσχέσεις ἃς ὑπέσχοντο τῷ βασιλεῖ, πρὶν ἑλεῖν τὴν Ἴλιον ἀνακάμπτειν ζητοῦντες οἴκαδε, ἐπεὶ τοῦτο ἑώρα σκληρότερον πρὸς κεκινημένην τὴν ἐκκλησίαν, οὐδὲν μὲν παροξύνων εἶπεν, ἀλλὰ γὰρ ἀπέστρεψε τὸν λόγον πρὸς τὸν βασιλέα, Ἀτρείδη, νῦν δή σε ἄναξ ἐθέλουσιν Ἀχαιοὶ πᾶσιν ἐλέγχιστον θέμεναι μερόπεσσι βροτοῖσιν ἐπεὶ γὰρ τὸ ἐκείνους ψεύστας τε καὶ ἀδίκους ἀποφαίνειν κίνδυνον ἐδόκει φέρειν, τὴν μὲν δύναμιν ἐφύλαξε τοῦ νοῦ, ἔδοξε δὲ πολλοῖς ἐλεεινὸν λέγειν τὸν ἐγκαταλειπόμενον, καὶ οὐ πονηροὺς τοὺς ἐγκαταλείποντας τὸν βασιλέα. Διαβεβαίωσις δέ ἐστι λόγου παρρησία μετὰ τοῦ δύνασθαι πράττειν ἀπαρεμποδίστως ταῦτα ἅπερ ἐν τοῖς λόγοις διασημαίνεται, οἷον ἀλλʼ οὐ μὰν ὑμῖν γε καὶ ἅρμασι δαιδαλέοισιν Ἕκτωρ Πριαμίδης ἐποχήσεται· οὐ γὰρ ἐάσω. Ἐρώτησις δέ ἐστι λόγος ἐν ὑποκρίσει λεγόμενος ἐπὶ τῷ σαφέστερον γνῶναί τι τῶν ἐπιζητουμένων, ὡς παρὰ Ὑπερίθῃ, δοκεῖς γὰρ αὐτὸν εἰπεῖν; Ἀντεστραμμένον δέ ἐστι λόγος ἀντικείμενος τῇ κατὰ φράσιν προφορᾷ τῶν σημαινομένων, οἷον πολλά οἱ ἀμφὶ κάρη σφέλα ἀνδρῶν ἐκ παλαμάων πλευραὶ ἀποτρίψουσι δόμον κάτα βαλλομένοιο. Ἐπαναφορὰ δέ ἐστι πλάσις ἐκ τοῦ διπλασιάζεσθαι ἐπίτασιν δηλοῦσα, οἷον τοῦδʼ ἐγὼ ἀντίος εἶμι, καὶ εἰ πυρὶ χεῖρας ἔοικεν, εἰ πυρὶ χεῖρας ἔοικε, μένος δʼ αἴθωνι σιδήρῳ. καὶ ἅτε παρθένος ἠΐθεός τε, παρθένος ἠΐθεός τʼ ὀαρίζετον ἀλλήλοιϊν. καὶ Θῆβαι δέ, Θῆβαι, πόλις ἀστυγείτων, μεθ᾿ ἡμέραν ἐκ μέσης τῆς Ἐλλάδος ἀνήρπασται. Πολύπτωτον δὲ ὅταν ἤτοι τὰς ὀνομασίας ἢ τὰ ὀνόματα εἰς πάσας τὰς πτώσεις μεταβάλλοντες διατιθώμεθα τὸν λόγον, ὡς παρὰ Κλεοχάρει· Δημοσθἐνης ὑπέστη Φιλίππῳ· Δημοσθένους πένης μὲν ὁ βίος, μεγάλη δʼ ἡ παρρησία· Δημοσθένει πολλῶν διδομένῳν οὐδὲν οὔτε πλῆθος οὔτε κάλλος ἄξιον ἐφάνη προδοσίας· Δημοσθένην Ἀλέξανδρος ἐξῄτει· τὸ διὰ τί παρʼ αὑτοῖς λογίζεσθε· ἀδίκως τε ἀπέθανες, ὦ Δημόσθενες. ἔστι δὲ τὸ τοιοῦτον σχῆμα καὶ παρά τισι τῶν ποιητῶν, ὡς παρʼ Ἀρχιλόχῳ καὶ Ἀνακρέοντι· καὶ παρὰ μὲν οὖν Ἀρχιλόχῳ· νῦν δὲ Λεώφιλος μὲν ἄρχει, Λεώφιλος δʼ ἐπικρατεῖ, Λεωφίλῳ δὲ πάντα κεῖται, Λεώφιλος δʼ ἄκουε. παρὰ δὲ Ἀνακρέοντι ἐπὶ τριῶν, Κλευβούλου μὲν ἔγωγ᾿ ἐρῶ, Κλευβούλῳ δʼ ἐπιμαίνομαι, Κλεύβουλον δʼ ἰδέειν ποθέω. Ὁμοιόπτωτον δέ ἐστι φράσις ἐκ τῶν παραπλησίων καὶ τῶν ὑμοίων κλίσεων εἰς ἓν ἐξενηνεγμένη, οἷον ἐπὶ μὲν εὐθείας, λυσόμενός τε θύγατρα, φέρων τʼ ἀπερείσιʼ ἄποινα, στέμματʼ ἔχων ἐν χερσὶν ἑκηβόλου Ἀπόλλωνος. ἐπὶ δὲ αἰτιατικῆς, Ἄλκανδρόν θ᾿ Ἅλιόν τε Νοήμονά τε Πρύτανίν τε. καὶ ἐπὶ τοῦ αὐτοῦ χρόνου, τὴν δὲ διεπράθομέν τε καὶ ἤγομεν ἐνθάδε πάντα. Ὁμοιοκατάληκτον δέ ἐστι φράσις εἰς μίαν καὶ τὴν ὁμοίαν κατακλειομένη κατάληξιν, οἷον Οὔλυμπον δ᾿, ὅθι φασὶ θεῶν ἕδος ἔμμεναι ἐσθλόν. οὔτʼ ἀνέμοισι τινάσσεται οὔτε ποτʼ ὄμβρῳ δεύεται, οὔτε χιὼν ἐπικίδναται, ἀλλὰ μάλʼ αἴθρη πέπταται ἀννέφελος. Ὁρισμὸς δέ ἐστιν ὅταν προθέντες ὄνομά τι ἢ ῥῆμα, οἷόν ἐστιν, ὁριζώμεθα· παραπέμπει γὰρ ἡμᾶς ἡ ἐλπίς, αὕτη δὲ ἀτυχούντων ἐστὶν ἐφόδιον. Ἀστεϊσμὸς δέ ἐστι προσποίησις πιθανὴ τοῦ μὴ λέγειν ἢ μνημονεύειν ἡμᾶς ἃ λέγομεν, ὡς παρὰ Σοφοκλεῖ εἰσῆκται λέγων ὁ Ὀδυσσεὺς τῷ Διομήδει, ἐγὼ δʼ ἐρῶ σοι δεινὸν οὐδέν, οὔθʼ ὅπως φυγὰς πατρῴας ἐξελήλασαι χθονός, οὔθʼ ὡς ὁ Τυδεὺς ἀνδρὸς οἷμα συγγενὲς κτείνας ἐν Ἄργει ξεῖνος ὢν οἰκίζεται, οὔθʼ ὡς πρὸ Θηβῶν ὠμοβρῶτʼ ἐδαίσατο τὸν Ἀστάκειον παῖδα διακαρατομῶν. Ἐπιτροπὴ δὲ ὅταν τοῖς ἀκούουσιν ἐπιτρέψωμεν τὴν τῶν πραγμάτων ἢ ὀνομάτων ἐξουσίαν, ὡς παρὰ τῷ Εὐριπίδῃ παρεισάγεται ἡ Ἀνδρομέδα λέγουσα τῷ Περσεῖ, ἄγου δέ μʼ ὦ ξένʼ, εἴτε πρόσπολον θέλεις, εἴτʼ ἄλοχον, εἴτε δμωΐδα. Ἀντίθεσις δὲ γίνεται κατὰ τρόπους πλείους· εἷς μὲν ὅταν ἀντικείμενα ὀνόματα λαμβάνηται· τιμωρία γὰρ ἐπιτίμιον κακίας, οὐκ ἀρετῆς. καὶ πολέμῳ δὲ ἰσχὺν χαρηγεῖ πλοῦτος, οὐ πενία. καὶ κατὰ διέξοδον, προτιμῶσιν αἱ πόλεις τῶν ἀδίκως πλουτούντων τοὺς δικαίως πενομένους, καὶ τῶν παρανόμως νικώντων τοὺς ἐννόμως ἡττωμένους, καὶ τῶν κακῶς ζώντων τοὺς καλῶς ἀποθνύσκοντος.