Παραβολὴ δὲ πράγματος ὁμοίου παράθεσις ἢ γινομένου ἢ οἵου τε ὄντος γενέσθαι, ὡς δὲ λέων μήλοισιν ἀσημάντοισιν ἐπελθών. Ὁμοίωσις δὲ πράγματος ὁμοίου παράθεσις, οἷον ὄρνιθες ὥς. διαφέρει δὲ τῆς παραβολῆς, ὅτι διὰ συντόμων ὡς ἐπιτοπλεῖστον λέγεται καὶ χωρὶς ἀνταποδόσεως φράζεται. Ἀνταπόδοσις δὲ φράσις ἀνταποδιδομένη τῇ παραβολῇ καὶ συναπλοῦσα τοῖς πραττομένοις αὐτήν, ὡς μὲν Θρήϊκας ἄνδρας ἐπῴχετο Τυδέυς υἱός. Παράδειγμα δὲ πράξεων ἔκθεσις πρὸς ὁμοιότητα τῶν ἐνεστηκυιῶν προτροπῆς χάριν ἢ ἀποτροπῆς ἢ δηλώσεως ἁπλῆς, μέμνημαι τόδε ἔργον ἐγὼ πάλαι, οὔτι νέον γε· ὡς ἦν, ἐν δʼ ὑμῖν ἐρέω πάντεσσι φίλοισι· Κουρῆτές τʼ ἐμάχοντο καὶ Αἰτωλοὶ μενεχάρμαι. ἀποτροπῆς γὰρ ἕνεκα παρείληπται. προτροπῆς δὲ χάριν, οἷον ἢ οὐκ ἀΐεις οἷον κλέος ἔλλαβε δῖος Ὀρέκτης πάντας ἐπʼ ἀνθρώπους, ἐπεὶ ἔκτανε πατροφονῆα, Αἴγισθον δολόμητιν. δηλώσεως δὲ ἁπλῆς, τῷ ἴκελον οἷόν ποτʼ ἐνὶ Κνωσσῷ εὐρείῃ Δαίδαλος ἤσκησεν καλλιπλοκάμῳ Ἀριάδνῃ. Εἰκῶν δέ ἐστι διαγραφὴ σωμάτων κατὰ μέρος ἤτοι μετὰ παραθέσεως ἢ διὰ ψιλῆς ἀποτυπώσεως· μετὰ μὲν παραθέσεως, οἷον ὄμματα καὶ κεφαλὴν ἴκελος Διῒ τερπικεραύνῳ, Ἄρεϊ δὲ ζώνην, στέρνον δὲ Ποσειδάωνι. διὰ ψιλῆς ἀποτυπώσεως δέ, γυρὸς ἐν ὤμοισιν, μελανόχροος οὐλοκάρηνος.