νοείσθω δὲ τὸ πλέον τῆς νυκτός, ὅ εἰσι δύο μοῖραι. Ῥητέον δʼ ἑξῆς καὶ περὶ τῶν τοῦ λόγου κατασκευῶν. Προοικονομία τοίνυν ἐστὶν ἡ τὰ μέλλοντα διατίθεσθαι προπαρασκευάζουσα λέξις. ἐπειδὴ τῷ Σκαμάνδρῳ διωνυμίαν ἤμελλε περιάπτειν ὁ ποιητής, ἄλλας προϋπεστήσατο διωνυμίας, τὴν ἤτοι ἄνδρες Βατίειαν κικλήσκουσιν, ἀθάνατοι δέ τε σῆμα πολυσκάρθμοιο Μυρίνης. καὶ χαλκίδα κικλήσκουσι θεοί, ἄνδρες δὲ κύμινδιν· ἵνα τῷ μέτρῳ τὸ ξάνθου ὄνομα παραλειφθὲν ἁρμόσῃ. Προαναφώνησις δὲ ἡ τὰ μέλλοντα αὖθις διὰ πλειόνων ῥηθήσεσθαι προσυνιστῶσα φράσις, οἷον ἦ γὰρ ἔμελλε οἷ τʼ αὐτῷ θάνατόν τε κακὸν καὶ κῆρα λιτέσθαι. καὶ ὄφρα μὲν Ἕκτωρ ζωὸς ἔην καὶ μήνιʼ Ἀχιλλεύς, καὶ Πριάμοιο ἄνακτος ἀπόρθητος πόλις ἔπλεν, τόφρα δὲ καὶ μέγα τεῖχος Ἀχαιῶν ἔμπεδον ἦεν· αὐτὰρ ἐπεὶ κατὰ μὲν Τρώων θάνον ὅσσοι ἄριστοι, πολλοὶ δʼ Ἀργείων οἱ μὲν δάμεν, οἱ δὲ λίποντο, πέρθετο δὲ Πριάμοιο πόλις δεκάτῳ ἐνιαυτῷ. ἡ δὲ προαναφώνησις ἐξ ἡρωϊκοῦ προσώπου γίνεται ὡς πρό, τινα μὴ παρόντα, ὦ μάκαρ Ἀτρείδη, μοιρηγενές, ὀλβιόδαιμον· ἦ ῥά νύ τοι πολλοὶ δεδμήατο κοῦροι Ἀχαιῶν. καὶ ἆ δειλώ, τί σφῶϊ δόμεν Πηλῆϊ ἄνακτι, θνητῷ, ὑμεῖς δʼ ἐστὸν ἀγήρω τʼ ἀθανάτω τε.