Ἐκπαραλλήλου δὲ ὅταν δύο λέξεις ἐπάλληλοι τεθῶσι τὸ αὐτὸ σημαίνουσαι, ὡς δηθά τε καὶ δολιχόν, ταὐτὸ σημαίνουσι. γίνεται δὲ ἤτοι ἐκ δύο λέξεων, ὡς ἔχει τὸ προειρημένον, ἐκ κοινοῦ καὶ ξένου, πυκνοὶ καὶ θαμέες· ἢ ἐκ δύο κοινῶν, δεῦτʼ ἄγετʼ Ἀργείην Ἑλένην καὶ κτήμαθʼ ἅμʼ αὐτῇ. καὶ ὡς παρὰ τῷ Ἡσιόδῳ, νόσφιν ἄτερ πόνου καὶ ὀϊζύος. Καταρίθμησις δὲ ὅταν ἐπαλλήλων ὀνομάτων σύνέθεσις γίνηται, Καρδαμύλην᾿ Ἐνόπην τε καὶ Ἰρὴν ποιήεσσαν. καὶ παρὰ Δημοσθένει, πρῶτὸν Ἐρέτριαν εἷλεν, εἶτα Πύοναν πόλιν, Ποτίδαιαν, Μεθώνην οὖθις. Ἀσύνδετον δὲ τὸ τὸν μὲν λόγον ἠρτημένον ἔχον τοῦ προτέρου διανοήματος, τὴν δὲ φράσιν κεχωρισμένην, ἴομεν ὡς ἐκέλευες ἀνὰ δρυμὰ φαίδιμ᾿ Ὀδυσσεῦ· εὕρομεν ἐν βήσζῃσι τετυγμένα δώματα καλά. καὶ ἔρχεσθον κλισίην Πηληϊάδεω Ἀχιλῆος, χειρὸς ἑλόντʼ ἀγέμεν Βρισηϊδα καλλιπάρῃον. Ἐξ ἀντιστρόφου δέ ἐστι φράσις ἡ τὰ συνέχοντα τὴν ἑρμηνείαν ἐνηλλαγμένα ἔχουσα, ταὶ δὲ μεγάλα κτυπέουσαι πίπτον, ἀντὶ τοῦ πίπτουσαι ἐκτύπουν. καὶ κάμε τεύχων· καμὼν γὰρ ἔτευξεν. τοιοῦτο λέγουσιν εἶναι καὶ τὸ παρῴχηκε δὲ πλέον νὺξ τῶν δύο μοιράων.