λέγει γοῦν γυῖα λέλυνται· καὶ ἐκ παραλλήλου, καὶ δὴ δοῦρα σέσηπε νεῶν καὶ σπάρτα λέλυνται. Τὸ δὲ Ἰβύκειον καὶ λέξεως καὶ συντάξεώς ἐστι, γίνεται δὲ ἐν τοῖς ὑποτακτικοῖς τρίτοις προσώποις τῶν ῥημάτων κατὰ πρόσθεσιν τῆς σι συλλαβῆς, λαμπρὸν παμφαίνησι λελουμένος ὠκεανοῖο. καὶ εἴπερ τις ἐπιχθονίων ἀνθρώπων φησὶν ἐλεύσεσθαι. καλεῖται δὲ Ἰβύκειον, οὐχ ὅτι πρῶτος Ἰβυκὸς αὐτῷ ἐχρήσατο, (δέδεικται γὰρ καὶ παρʼ Ὁμήρῳ πρότερον) ἀλλʼ ἐπεὶ πολὺ καὶ κατακορὲς παρʼ αὐτῷ. καὶ γὰρ γλαυκώπιδα Κασάνδραν, ἐρασιπλόκαμον κόραν Πριάμοιο, φᾶμις ἔχησι βροτῶν. καὶ δι᾿ ἑτέρων, τᾶμος ἄϋπνος κλυτὸς ὄρθρος ἐγείρησιν ἀηδόνας, ἀντὶ τοῦ ἐγείρῃ. Ἀλκμανικὸν δὲ τὸ μεσάζον τὴν ἐπαλλήλων ὀνομάτων ἢ ῥημάτων θέσιν πληθυντικοῖς ἢ δυϊκοῖς ὀνόμασιν ἢ ῥήμασι. τέσσαρα δὲ παρὰ τῷ ποιητῇ τοιαῦτα, ᾗχι ῥοὰς Σιμόεις συμβάλλετον ἠδὲ Σκάμανδρος. καὶ ἔνθα μὲν εἰς Ἀχέροντα Πυριφλεγέθων τε ῥέουσι Κωκυτός τε. καὶ εἰ δέ κʼ Ἄρης ἄρχωσι μάχης καὶ Φοῖβος Ἀπόλλων. καὶ εἰ μὲν δὴ θάρσος μοι Ἄρης τʼ ἔδοσαν καὶ Ἀθήνη. πλεονάζει δὲ τοῦτο τὸ σχῆμα παρʼ Ἀλκμᾶνι τῷ λυρικῷ, ὅθεν καὶ Ἀλκμανικὸν ὠνόμασται. εὐθὺς γοῦν ἐν τῇ δευτέρᾳ ᾠδῇ παρείληπται, Κάστωρ τε πώλων ὠκέων δαμάντορες ἱππότα σοφὼ καὶ Πολυδεύκης κυδρός.