Σύλληψις δὲ ὅταν τὸ τῷ ἑτέρῳ συμβεβηκὸς κἀπὶ θατέρου λαμβάνηται, οἷον τῶ δὲ δύω σκάζοντε βάτην Ἄρεος θεράποντε, Τυδείδης τε μενεπτόλεμος καὶ δῖος Ὀδυσσεύς. πιθανὸν γὰρ ἦν αὐτῶν τὸν ἕτερον σκάζειν, τὸν κατὰ τοῦ ταρσοῦ τετρωμένον. καὶ Βορέης καὶ Ζέφυρος, τώτε Θρκῄκηθεν ἄητον. μόνος γὰρ ὁ Βορέας ἀπὸ τῆς Θρᾴκης ἐκπνεῖ. καὶ τὸ παρὰ Πινδάρῳ ἐπί τε τοῦ Πειρίθου καὶ τοῦ Θησέως λεγόμενον, φὰν δʼ ἔμμεναι Ζηνὸς υίοὶ καὶ κλυτοπώλου Ποσειδάωνος. Κατ᾿ ἐξοχὴν δὲ γίνεται ὅταν τῶν ἐν τῷ κοινῷ ῥηθέντων ἰδίᾳ καθʼ ὑπεροχὴν μνησθῶμεν τινῶν· Ζεὺς δ᾿ ἐπεὶ οὖν Τρῶάς τε καὶ Ἕκτορα νηυσὶ πέλασσεν. εἷς γὰρ ἦν τῶν Τρώων καὶ ὁ Ἕκτωρ, ἰδίᾳ δὲ εἴρηται. ὅτι ἄριστος· καὶ οὐ γὰρ ἔτʼ Οἰνῆος μεγαλήτορος υἱέες ἦσαν, οὐδʼ ἄρʼ ἔτʼ αὐτὸς ἔην, θάνε δὲ ξανθὸς Μελέαγρος. ὅπερ οὐ νοήσαντες οἱ νεώτεροι τὸν Μελέαγρον, Ἄρεως ὄντα, κεχωρίσθαι τῶν Οἰνειδῶν ἔδοξαν. Πινδαρικὸν δὲ τὰ τοῖς πληθυντικοῖς ὀνόμασιν ἑνικα ῥήματα ἔχοντα ἐπιφοράν, οἷον ἄν δρες ἐπὶ πόλεως. καὶ ἰαχεῖ βαρυφθεγκτᾶν ἀγέλαι λεόντων καὶ παρʼ Ἡσιόδῳ, τῆς δʼ ἦν τρεῖς κεφαλαί. ἀπὸ δὲ τούτου τοῦ ἔθους καὶ τοῖς οὐδετέροις πληθυντικοῖς ἑνικὰ ῥήματα ἐπιφέρειν ἀεὶ παρεδεξάμεθα, ὅπερ οὐ τηροῦσι παντάπασιν οἱ λυρικοί, ἀλλʼ οὐδὲ ὁ ποιητής·