καὶ τὰ μὲν τῆς διανοίας σχήματα τοιαύτην τινὰ τάξιν ἔχοντα παραδεδόσθω, τὰ δὲ τοῦ λόγου ποικίλα ὄντα τοῖς τε ὀνόμασι καὶ τῇ διακοσμήσει, πειρασώμεθα διὰ συντόμων ἀποδεῖξαι. Γίνεται δὲ πᾶν σχῆμα λόγου καὶ διανοίας ἐν περιόδῳ, ἥτις ἐστὶ λόγος ἐν εὐπεριγράφῳ συνθέσει κώλων αὐτοτελῆ διάνοιαν ἀποτελῶν, οἷον ἀνὴρ γὰς ἰδιώτης ἐν πόλει δημοκρατουμένῃ νόμῳ καὶ ψήφῳ βασιλεύει. περίοδος περίοδος μὲν οὖν τοῦτο, κῶλα δὲ τῆς περιόδου, πρῶτον μέν, ἀνὴρ γὰρ ἰδιώτης· δεύτερον δέ, ἐν πόλει δημοκρατουμένῃ· τρίτον, νόμῳ καὶ ψήφῳ βασιλεύει. γίνονται δὲ δίκωλοι καὶ τρίκωλοι καὶ τετράκωλοι. δίκωλοι μέν, οἷον Ἀθηναῖοι μὲν κατὰ θάλατταν ἠρίστευον, Λακεδαιμόνιοι δὲ ἐν τοῖς πεζικοῖς κινδύνοις ἐπρώτευον. τρίκωλοι δέ, ὡς ἔθηκέ τις ἐπὶ τῶν Ἀθηνῶν, ἣ πρὸς ἁπάσας ὁρωμένη καὶ κρινομένη τὰς πόλεις πρόσωπον μὲν ἂν φαίνοιτο τῆς Ἑλλάδος διὰ τὸ κάλλος, χεῖρες δὲ διὰ τὴν ἰσχύν, ψυχὴ δὲ διὰ τὴν φρόνησιν. νοείσθω δὲ ἡ τρίκωλος χωρὶς τῆς προεκθέσεως ἀπὸ τοῦ, πρόσωπον μὲν ἂν φαίνοιτο καὶ τὰ ἐξῆς. τετράκωλος δέ, ὡς παρʼ Ἰσοκράτει, τίς γὰρ οὐκ ἂν ἡδὲως μετάσχοι στρατείας τῆς ὑπὸ Ἀθηναίων μὲν καὶ Λακεδαιμονίων στρατηγουμένης, ὑπὸ δὲ τῆς Ἑλλάδος ἐκπεμπομένης, ὑπὲρ δὲ τῆς τῶν συμμάχων ἐλευθερίας ἀθροιζομένης, νῆς, ἐπὶ δὲ τὴν τῶν βαρβάρων τιμωρίαν πορευομένης. νῦν δὲ ὁριστέον τὰ σχήματα.