πῶς ποτε ὑμεῖς, ὦ σιδήρεοι, ἐκαρτερεῖτε ἀκροώμενοι, ὁπότε ἔφη παρελθών· ἀμπελουργοῦσί τινες τὴν πόλιν· τὰ κλήματα τοῦ δήμου ὑποβέβληται· φορμορραφούμεθα. ταῦτα γὰρ οὐκ ἀναλογεῖ τὰ ῥήματα τῇ τότε ὑποκειμένῃ τῶν πραγμάτων ὑποθέσει. Τῆς δὲ εἰρωνείας καθέστηκεν εἴδη τὰ λεπτομερέστερα τάδε, σαρκασμός, διασυρμός, ἐπικερτόμησις, καταγέλως, εἰκασμός, χαριεντισμός. σαρκασμός μὲν οὖν ἐστι λόγος ἠθικὸς μετὰ σεσηρότος τοῦ προσώπου λεγόμενος, οἷον ἦ μὲν δὴ μάλα πολλὰ πονήσατο νόσφιν ἐμεῖο· καὶ δὴ τεῖχος ἔδειμε, καὶ ἤλασε τάφρον ἐπʼ αὐτῷ εὐρεῖαν, μεγάλην, ἐν δὲ σκόλοπας κατέπηξεν. διασυρμὸς ἐστι λόγος εἰρωνικὸς ἐπὶ τῷ διασύρειν τοὺς πέλας λεγόμενος, οἷον ἄλλος δʼ αὖτέ τις ἀνέστη μαντεύεσθαι. ἐπικερτόμησις δέ ἐστι λόγος ἐρεθιστικὸς ἐπὶ τῷ λυπῆσαι τοὺς ἐχθροὺς συντεθειμένος, οἷον ἐνταυθοῖ νῦν ἧσο κύνας τε σύας τʼ ἀπερύκων, μὴ δὲ σύ γε ξείνων καὶ πτωχῶν κοίρανος εἶναι. κατάγελως δέ ἐστιν ὅταν ἐπί τινι πράξει τῶν μὴ δεόντως καταθρασυνομένων καταπαιζώμεθα, οἷον Ὀθρυονεῦ πέρι δή σε βροτῶν αἰνίζομ᾿ ἁπάντων, εἰ ἐτεὸν δὴ ταῦτα τελευτήσεις, ὅσʼ ὑπέστης Δαρδανίδῃ Πριάμῳ. εἰκασμὸς δέ ἐστιν ὅταν μετὰ τοῦ παρατιθέναι τὸ ὅμοιον καθαιρῶμεν τοὺς πέλας, οἷον ὦ πόποι ὡς ὁ μολοβρὸς ἐπιτροχάδην ἀγορεύει γρηῒ καμινοῖ ἶσος. χαριενισμὸς δέ ἐστι λόγος ἠθικὸς μετὰ χάριτος παριστῶν τὴν τοῦ λέγοντος ἐπί τινι διάχυσιν, οἷον ὦ πόποι, ἦ μάλʼ ἐλαφρὸς ἀνήρ, ὃς ῥεῖα κυβιστᾷ.