τὸ μὲν οὖν πρότερον οὕτως, μήκων δʼ ὡς ἑτέρωσε κάρη βάλεν, ἥτʼ ἐνὶ κήπῳ καρπῷ βριθομένη νοτίῃσί τε εἰαρινῇσι· τὴν γὰρ βριθομεένη μετοχὴν ἐὰν μεταβάλλωμεν εἰς τὸ βρίθεται ῥῆμα, ὁ λόγος ἀπηρτισμένος ἔσται. τὸ δὲ δεύτερον οὕτως, ἔνθʼ οἵγ᾿ εἰσέλασαν, πρὶν εἰδότες· σημαίνει γάρ, ὡς καὶ τὸ πρότερον εἰδότων φαιάκων τὴν χώραν, ὅπερ οὐκ ἀληθές, ἀλλὰ δεῖ τὸ πρὶν εἰδότες εἰς τὸ εἰδέναι μεταστῆσαι, ἵνα ᾖ πρὸ τοῦ εἰδέναι. Περὶ μὲν οὖν τῶν ἐν λέξει σχημάτων ἱκανὰ ταῦτα· τὰ γὰρ παρά τι τῶν εἰρημένων ἐκφωνούμενα ποιητῶν ἢ διαλέκτων ἐστὶν ἰδιώματα, ἤπερ ἐμπειρίας σχηματισμοῦ. ῥητέον δὲ ἑξῆς περὶ τῶν ἐν διανοίᾳ τε καὶ λόγῳ σχημάτων. ΠΕΡΙ ΣΚΗΜΑΤΩΝ ΔΙΑΝΟΙΑΣ. Τὰ περὶ διάνοιαν σχήματα τὰ πρωτοστατοῦντα ἐν ἑαυτοῖς ἔχει τὴν συγγυμνασίαν καὶ τὴν ποιὰν θέσιν αὐτῆς τῆς διανοίας μετὰ τῆς τοῦ λόγου μορφῆς. ἔστι δὲ σχῆμα διανοίας τὸ μὴ κατὰ φύσιν ἐκφέρον τὸν νοῦν μηδὲ ἐπʼ εὐθείας, ἀλλʼ ἐκτρέπον καὶ ἐξαλλάσσον τὴν τῆς διανοίας φράσιν, ὥσπερ ὅταν ὁ Δημοσθένης λέγῃ, σὺ δὲ ὁ σεμνὸς καὶ τοὺς ἄλλους διαπτύων· μακαρίζειν γὰρ προσποιούμενος ἐκ τῶν ἐναντίων ἄσεμνόν τε καὶ δυστυχέστατον ἐκφαίνειν ἀξιοῖ. καὶ πάλιν ὁπόταν ὁ Αἰσχίνης λέγῃ ἐν τῷ κατὰ Τιμάρχου, οὐδὲν γοῦν θαυμαστόν· ἀναβήσεται γὰρ ἀνὴρ καλός τε κἀγαθός, καὶ μισοπόνηρος καὶ πιστεύων τῷ ἑαυτοῦ βίῳ, καὶ τὸν Λεωδάμαντα δάμαντα ὅστις ἐστὶν ἀγνοῶν. ταῦτα γὰρ τῇ ἐξαλλαγῇ ἔχει τινὰ δείνωσιν, καὶ ἔστι δυνατώτερος ὁ λόγος τοῦ κατὰ φύσιν· ἀγοραῖος γὰρ ἂν καὶ ἀπρεπὴς ἐγίνετο ἡ λοιδορία, εἰ οὕτως ἔλεγεν· οὐδὲν γοῦν θαυμαστόν· ἀναβήσεται γάρ, ὡς οἶμαι, ἄνθρωπος ἀσελγὴς τὸν βίον καὶ οὕτως; ὡς αὐτὸς πόρνος καὶ παρὰ Λεωδάμαντι ἡταιρηκώς καταφανῶς. τὸ δέ, καλός τε κἀγαθὸς, καὶ μισοπόνηρος καὶ πιστεύων τῷ ἑαυτοῦ βίῳ, καὶ τὸν Λεωδάμαντα ὅστις ἐστὶν ἀγνοῶν, ἄγει μᾶλλον ἐπὶ τὴν ἔμφασιν τῆς ἀληθείας, ἐκ τῶν ἐναντίων προειδότας παντὸς τοῦ λόγου τὴν ὑπόθεσιν. τούτου γὰρ δεῖ τοῖς εἰρωνευομένοις, ἐπεὶ πρὸς ἀγνοοῦντας κἂν ἀληθὲς ἐγκώμιον δόξειεν ἡ μεταβολή. Εἰσὶ δὲ τῶν τῆς διανοίας σχημάτων ὡς ἀνωτάτω ὀνομασίαι δύο, ἐπίτασις καὶ ἔκλυσις· τούτων τῇ μὲν ἐπιτάσει ὑποτάσσεται ἡ εἰρωνεία, τῇ δὲ ἐκλύσει ἡ καταβολή. Ἔστι δὲ εἰρωνεία λόγος διὰ τῶν ἐναντίων κατʼ ἐπίτασιν τὸ ὑποκείμενον πρᾶγμα σημαίνων, ὡς παρὰ Εὐριπίδῃ προειποῦσα ἡ Μήδεια ὅσων προϋπῆρξεν εἰς τὸν ἄνδρα εὐεργεσιῶν, ἐπιφέρει παθητικώτατα, τοιγάρ με πολλαῖς μακαρίαν ἀνʼ Ἑλλάδα ἔθηκας ἀντὶ τῶνδε. θαυμαστὸν δέ σε ἔχω πόσιν καὶ πιστὸν ἡ τάλαινʼ ἐγώ, εἰ φεύξομαί γε γαῖαν ἐκβεβλημένη δόμων, ἔρημος σὺν τέκνοις μόνη μόνοις. Ἔκλυσις δέ ἐστι πραγμάτων μεγάλων δεινότης διὰ σμικροπρεπείας τοῦ λόγου μαραινομένη ἐν ταῖς τῶν ἀκουόντων διανοίαις, ὡς ὁπόταν ὁ Αἰσχίνης λέγῃ, οὐ μέμνησθε αὐτοῦ τὰ μιαρὰ καὶ ἀπίθανα ῥήματα; πῶς ποτε ὑμεῖς, ὦ σιδήρεοι, ἐκαρτερεῖτε ἀκροώμενοι, ὁπότε ἔφη παρελθών· ἀμπελουργοῦσί τινες τὴν πόλιν· τὰ κλήματα τοῦ δήμου ὑποβέβληται· φορμορραφούμεθα. ταῦτα γὰρ οὐκ ἀναλογεῖ τὰ ῥήματα τῇ τότε ὑποκειμένῃ τῶν πραγμάτων ὑποθέσει. Τῆς δὲ εἰρωνείας καθέστηκεν εἴδη τὰ λεπτομερέστερα τάδε, σαρκασμός, διασυρμός, ἐπικερτόμησις, καταγέλως, εἰκασμός, χαριεντισμός. σαρκασμός μὲν οὖν ἐστι λόγος ἠθικὸς μετὰ σεσηρότος τοῦ προσώπου λεγόμενος, οἷον ἦ μὲν δὴ μάλα πολλὰ πονήσατο νόσφιν ἐμεῖο· καὶ δὴ τεῖχος ἔδειμε, καὶ ἤλασε τάφρον ἐπʼ αὐτῷ εὐρεῖαν, μεγάλην, ἐν δὲ σκόλοπας κατέπηξεν. διασυρμὸς ἐστι λόγος εἰρωνικὸς ἐπὶ τῷ διασύρειν τοὺς πέλας λεγόμενος, οἷον ἄλλος δʼ αὖτέ τις ἀνέστη μαντεύεσθαι. ἐπικερτόμησις δέ ἐστι λόγος ἐρεθιστικὸς ἐπὶ τῷ λυπῆσαι τοὺς ἐχθροὺς συντεθειμένος, οἷον ἐνταυθοῖ νῦν ἧσο κύνας τε σύας τʼ ἀπερύκων, μὴ δὲ σύ γε ξείνων καὶ πτωχῶν κοίρανος εἶναι. κατάγελως δέ ἐστιν ὅταν ἐπί τινι πράξει τῶν μὴ δεόντως καταθρασυνομένων καταπαιζώμεθα, οἷον Ὀθρυονεῦ πέρι δή σε βροτῶν αἰνίζομ᾿ ἁπάντων, εἰ ἐτεὸν δὴ ταῦτα τελευτήσεις, ὅσʼ ὑπέστης Δαρδανίδῃ Πριάμῳ. εἰκασμὸς δέ ἐστιν ὅταν μετὰ τοῦ παρατιθέναι τὸ ὅμοιον καθαιρῶμεν τοὺς πέλας, οἷον ὦ πόποι ὡς ὁ μολοβρὸς ἐπιτροχάδην ἀγορεύει γρηῒ καμινοῖ ἶσος. χαριενισμὸς δέ ἐστι λόγος ἠθικὸς μετὰ χάριτος παριστῶν τὴν τοῦ λέγοντος ἐπί τινι διάχυσιν, οἷον ὦ πόποι, ἦ μάλʼ ἐλαφρὸς ἀνήρ, ὃς ῥεῖα κυβιστᾷ. καὶ τὰ μὲν τῆς διανοίας σχήματα τοιαύτην τινὰ τάξιν ἔχοντα παραδεδόσθω, τὰ δὲ τοῦ λόγου ποικίλα ὄντα τοῖς τε ὀνόμασι καὶ τῇ διακοσμήσει, πειρασώμεθα διὰ συντόμων ἀποδεῖξαι. Γίνεται δὲ πᾶν σχῆμα λόγου καὶ διανοίας ἐν περιόδῳ, ἥτις ἐστὶ λόγος ἐν εὐπεριγράφῳ συνθέσει κώλων αὐτοτελῆ διάνοιαν ἀποτελῶν, οἷον ἀνὴρ γὰς ἰδιώτης ἐν πόλει δημοκρατουμένῃ νόμῳ καὶ ψήφῳ βασιλεύει. περίοδος περίοδος μὲν οὖν τοῦτο, κῶλα δὲ τῆς περιόδου, πρῶτον μέν, ἀνὴρ γὰρ ἰδιώτης· δεύτερον δέ, ἐν πόλει δημοκρατουμένῃ· τρίτον, νόμῳ καὶ ψήφῳ βασιλεύει. γίνονται δὲ δίκωλοι καὶ τρίκωλοι καὶ τετράκωλοι. δίκωλοι μέν, οἷον Ἀθηναῖοι μὲν κατὰ θάλατταν ἠρίστευον, Λακεδαιμόνιοι δὲ ἐν τοῖς πεζικοῖς κινδύνοις ἐπρώτευον. τρίκωλοι δέ, ὡς ἔθηκέ τις ἐπὶ τῶν Ἀθηνῶν, ἣ πρὸς ἁπάσας ὁρωμένη καὶ κρινομένη τὰς πόλεις πρόσωπον μὲν ἂν φαίνοιτο τῆς Ἑλλάδος διὰ τὸ κάλλος, χεῖρες δὲ διὰ τὴν ἰσχύν, ψυχὴ δὲ διὰ τὴν φρόνησιν. νοείσθω δὲ ἡ τρίκωλος χωρὶς τῆς προεκθέσεως ἀπὸ τοῦ, πρόσωπον μὲν ἂν φαίνοιτο καὶ τὰ ἐξῆς. τετράκωλος δέ, ὡς παρʼ Ἰσοκράτει, τίς γὰρ οὐκ ἂν ἡδὲως μετάσχοι στρατείας τῆς ὑπὸ Ἀθηναίων μὲν καὶ Λακεδαιμονίων στρατηγουμένης, ὑπὸ δὲ τῆς Ἑλλάδος ἐκπεμπομένης, ὑπὲρ δὲ τῆς τῶν συμμάχων ἐλευθερίας ἀθροιζομένης, νῆς, ἐπὶ δὲ τὴν τῶν βαρβάρων τιμωρίαν πορευομένης. νῦν δὲ ὁριστέον τὰ σχήματα.