ΗΡΩΔΙΑΝΟΥ ΠΕΡΙ ΣΧΗΜΑΤΩΝ. Σχῆμά ἐστιν ἐξάλλαξις φράσεως ἀπὸ τοῦ καταλλήλου ἐπὶ τὸ κρεῖττον μετά τινος ἀναλογίας. διαφέρει δὲ τοῦ σολοικισμοῦ, ὅτι τὸ μέν ἐστι κατόρθωμα καὶ τὴν ἐξάλλαξιν εὔλογον ἔχει, ὁ δὲ σολοικισμὸς ἁμάρτημα, μηδεμίαν αἰτίαν τῆς ἀκαταλληλίας ποιούμενος. γίνεται δὲ τὸ σχῆμα κατὰ τοσούτους τρόπους καθʼ ὅσους καὶ ὁ σολοικισμός· καὶ γὰρ εἴδη διαλλασσόμενα καὶ γένη καὶ πτώσεις καὶ ἀριθμοὶ καὶ ἐγκλίσεις, ἔτι τε πρόσωπα καὶ χρόνοι καὶ διαθέσεις, καὶ πάντα ἁπλῶς ἃ τὴν τοῦ καταλλήλου συνάφειαν ἀπαιτεῖ, παρατραπέντα ποιεῖ τὸ σχῆμα. Ἐν μὲν οὖν εἴδεσιν ὀνομάτων ὧδέ πως συνίσταται τὸ σχῆμα· ἑβδομάτῃ δʼ ἱκόμεσθα Λάμου αἰπὺ πτολίεθρον, καὶ μελάντερον ἠΰτε πίσσα. τὸ μὲν γὰρ πρότερον ὑπερθετικὸν ἀντὶ ἀπολύτου κείμενον κακίαν οὐκ ἐργάζεται, ὅτι γεγένηται ἐν ἀριθμητικῷ ὀνόματι, ἐν ᾧ, τῆς σημασίας μηδεμίαν διαφορὰν λαμβανούσης κατὰ τὴν τῆς φωνῆς ἐνάλλαξιν, ἡ μετάθεσις τῶν εἰδῶν ἀναμάρτητος, ἅμα δὲ σὺν τῷ τὸν ἀριθμὸν ὁρίζειν καὶ τὴν τελευταίαν δεδήλωκεν ἡμέραν. τὸ δὲ δεύτερον συγκριτικὸν ἀντὶ ἀπολύτου κείμενον λεληθυῖαν ἔχει τὴν σύγκρισιν, τὴν ἀναφορὰν ἤτοι πρὸς ἕτερον νέφος ποιούμενον ἢ πρὸς φυσικὴν τοῦ νέφους μελανότητα. Ἐν δὲ γένεσι θεωρεῖται σχῆμα τόνδε τὸν τρόπον, παρθενικαί τε καὶ ἠΐθειο ἀταλὰ φρονέοντες. ὁμοίως δὲ ἔχει κἀκεῖνο, ἔνθα μὲν ἠΐθειο καὶ παρθένοι ἀλφεσίβοιαι ὠρχεῦντ᾿ ἀλλήλων ἐπὶ καρπῷ χεῖρας ἔχοντες. ἰσχυρότερον γὰρ ὂν τὸ ἀρσενικὸν γένος τοῦ θηλυκοῦ ἐπεκράτησε κατὰ τὴν ἐπιφοράν. ὁμοίως δὲ καὶ τὸ θηλυκὸν γένος ἰσχυρότερον ὂν τοῦ οὐδετέρου ἐπεκράτησε κατὰ τὴν ἐπιφοράν, οἷον αἱ δέ που ἡμέτεραί τʼ ἄλοχοι καὶ νήπια τέκνα εἵατ᾿ ἐνὶ μεγάροις ποτιδέγμεναι υἷας Ἀχαιῶν. Παρὰ δὲ πτώσεις ἀντιτιθεμένας ἡ τοῦ σχήματος σύστασις ἔχει πρῶτον αἴτημα τὴν τῶν πτώσεων οἰκειότητα τῶν τε πλαγίων πρὸς ἀλλήλας καὶ τῆς ὀρθῆς πρὸς τὴν κλητικήν, εἶτα τὴν τῶν πραγμάτων διάστασιν, ἵνα τὴν προτέραν περιγραφὴν τοῦ λόγου καταλιπὼν ἀπηρτισμένην μετὰ διαστάσεως ἐφʼ ἑτέραν ἀρχὴν τραπεὶς τῇ τῶν πτώσεων συμπλοκῇ σχηματίσῃ. τὴν μὲν οὖν τῶν πτώσεων συγγένειαν τὰ σχήματα ποιεῖν συμβέβηκεν οὕτως, Ἕκτορι δὲ προπάροιθε ποδῶν πέσε· εἴρηται γὰρ δοτικὴ ἀντὶ γενικῆς Ἕκτορος, καὶ νεφεληγερέτα Ζεύς· κλητικὴ γὰρ ἀντὶ ὀρθῆς κεῖται τῆς νεφεληγερέτης. τὴν δὲ διάστασιν τῆς φράσεως οὕτως, οἱ δὲ δύο σκόπελοι ὁ μὲν οὐρανὸν εὐρὺν ἱκάνει· ὡς ἀφʼ ἑτέρας γὰρ ἀρχῆς ἐπὶ τετελεσμένῳ τῷ προτέρῳ ποιησάμενος τὸν λόγον ἀπὸ ὀρθῆς ἤρξατο. τοιοῦτο δέ τι κἀκεῖνο, ἐλθόντες δὴ βαιὸν ἀπὸ σπείους τε καὶ ὕλης, πρῶτος ὑπʼ ἀρνειοῦ λυόμην. καὶ τὸ παρʼ Ἱπποκράτει, ἡ γυνὴ τοῦ κηπωριοῦ πυρετὸς εἶχεν αὐτήν· διεσπαρμένας γὰρ ἐπιδημίας ὑπομνήματος δίκην γράφων, εἰπὼν τὸ ἡ γυνὴ τοῦ κηπωροπυ, ὡς ἀφʼ ἑτέρας ἀρχῆς τὸ πυρετὸς εἶχεν αὐτὴν ἐπήνεγκεν. ὅτι γὰρ οὕτως πως ὁ ἰατρὸς εἰς τὸ τοιοῦτον σχῆμα κατῆλθε, δῆλον ἐκ τοῦ μηδέποτε λόγου τελείου ἀπὸ τοῦ δὲ συνδέσμου ἀρχομένου. ἐκεῖνος ἐν τῷ περὶ ἄρθρων ἔφη εἰσβάλλων οὕτως, ὦμονδ᾿ ἔωαρθρον, ἕνα τρόπον οἶδα· καὶ γὰρ ἐνταῦθα ὡς ἐν ὑπομνηματισμῷ, πεπονημένων αὐτῷ καὶ ἑτέρων ἔμπροεθεν καὶ εἰς τοῦτο τὸ εἶδος, οὕτως ἤρξατο. Ἐν δὲ ἀριθμοῖς ἡ τῶν σχημάτων κατόρθωσις, ἤτοι ὁπόταιν λέξει τὸν μὲν τύπον ἑνικὸν ἐχούσῃ, τὴν δὲ σημασίαν πληθυντικήν, μὴ πρὸς τὸν χαρακτῆρα, πρὸς δὲ τὴν δύναμιν ἁρμοζόμενός τις πληθυντικὸν ἐπενέγκῃ μέρος λόγου, οἷον ἡ πληθὺς ἐπὶ νῆας Ἀχαιῶν ἀπονέοντο. καὶ παρὰ Δημοσθένει, ὑμεῖς γὰρ βουλή· τῇ γὰρ ὑμεῖς ἀντωνυμίᾳ πληθυντικῇ ἑνικὸν ὁ ῥήτωρ ἐπήνεγκεν ὄνομα βουλὴ διὰ τὸ πολλῶν ἐξ αὐτοῦ νοεῖσθαι σύστημα, περιληπτικοῦ ὑπάρχοντος. ἢ ὁπόταν ἐπιφέρηται τοῖς οὐδετέροις τῶν γενῶν ἑνικὰ ῥήματα, οἷον γράφει τὰ παιδία, [τὰ δώματα στάξει]. οἷς διαφόρους πληθυντικὰς συντάξεις ἐπάγουσιν οἱ Ἀττικοί, ὡς Εὔπολις καὶ λέγουσί γε τὰ μειράκια προϊστάμενα τοῖς ἀνδράσι. καὶ ἐν τοῖς ὑπερσυντελικοῖς τῶν ῥημάτων χρόνοις ἑνικὰ πολλάκις εἰς πληθυντικῶν παραλαμβάνεται χώραν διὰ τὴν ἐμφέρειαν τῆς φωνῆς, λέγω δὴ τὸ πεποίητο πολλάκις ἀντὶ τοῦ πεποίηντο παραλαμβάνεται· ἔσθʼ ὅτε δὲ πληθυντικοῖς ἀριθμοῖς ἑνικὸν ἐπάγουσιν, ὡς παρὰ τῷ ποιητῇ ὁ Μηριόνης πρὸς Ἰδομενέα φησίν, ἔρχομαι εἴ τί τοι ἔγχος ἐνὶ κλισίῃσι λέλειπται, οἰσόμενος· τό νυ γὰρ κατεάξαμεν, ὃ πρὶν ἔχεσκον. καὶ παρʼ Εὐριπίδῃ ἐν Ἵωνι, κωλυόμεθα μαθεῖν ἃ βούλομαι. Παρὰ δὲ ἐγκλίσεις ἄριστον σχῆμα δείκνυται κατὰ τὴν τῶν ἀπαρεμφάτων ἀντὶ προστακτικῶν παράληψιν, οἷον μή τι διατρίβειν τὸν ἐμὸν χόλον, ἀλλʼ ἔμʼ ἐᾶσαι. τὸ γὰρ τῆς προστάξεως σκληρὸν μετριώτερον ἐμφαίνεται διὰ τῶν ἀπαρεμφάτων ἀντὶ τῶν προστακτικῶν παραληφθέντων. τίθεται δὲ καὶ ὁριστικὰ ἀνθʼ ὑποτακτικῶν πολλάκις, ὁπόταν τὸ πρᾶγμα περὶ οὐ ὁ λόγος μηδέπω τετελεσμένον, τελεσθῆναι δὲ αὐτὸ πάντως δέῃ. προηγήσεται δὲ μόρια τὰ καὶ τῶν ὑποτακτικῶν προτιθέμενα, ἴνα ἡ μὲν τοῦ μορίου πρόταξις τὸ μηδέπω τούτων τετελεσμένον διὰ τοῦ δισταγμοῦ σημαίνῃ, ἡ δὲ τοῦ ὁριστικοῦ σύνταξις τὸ πάντως δεῖν γενέσθαι τὸ λεγόμενον, οἷον ὅπως ἔσται τάδε ἔργα. ταῦτα ἀμφότερα σχήματα ἡ ἀστειοτάτη τῶν διαλέκτων Ἀτθὶς εἰς αὐτὴν ἀναδίδωσι. τὰ μὲν γὰρ εὐκτικὰ τοῖς ὑποτακτικοῖς διαπλεκόμενα οὐδὲ ξενίζουσαν ποιεῖ τὴν φράσιν, ἐπειδήπερ ἀμφοτέρων ὡς ἐπὶ τὸ πλεῖστον τὰ αὐτὰ προτάσσεται μόρια, ὡς τὸ ἵνα καὶ τὸ ὄφρα καὶ τὸ ὅπως. Ἡ δὲ τῶν προσώπων μετάβασις ποιεῖ τὴν καλουμένην ἀποστροφήν, οἷον τὸν δʼ ἀπαμειβόμενος προσέφης Πατρόκλεις ἱππεῦ· καί, ἔνθα κέ τοι Μενέλαε φάνη βιοτοῖο τελευτή. τὸν γὰρ περὶ αὐτοῦ λόγον ἀφεὶς εἰς τὸν πρὸς αὐτὸν ἐτράπη, τουτέστιν ἀπὸ τοῦ τρίτου προσώπου τὴν μετάβασιν ἐπὶ τὸ δεύτερον ἐποιήσατο. τέχνη δὲ αὐτοῦ τὸ μὴ συνεχῶς ὄντος τοῦ περί τινος τὴν ἀναστροφὴν αἰφνιδίαν ποιήσασθαι· διὰ γὰρ τὴν ἀκολουθίαν ἐλέγχεται ταχύτερον τὸ λεγόμενον· ἀλλʼ ὁπόταν μεσασθῇ, ἤτοι ἡρωϊκῷ λόγῳ ἢ πράγματος ἑτέρου παραθέσει, κἄπειτα διάστασιν λαβούσης τῆς διηγήσεως, λεληθότως μετάβασις γίνεται. ἐσχημάτισε δὲ καὶ Ἡσίοδος ἐν προσώποις κατʼ ἐκεῖνο, δεῦτε δή, ἐννέπετε σφέτερον πατέρʼ ὑμνείουσαι· εἴ γε γνήσιον Ἡσιόδου τὸ προοίμιον τίθεμεν. ἀντὶ γὰρ τοῦ ὑμέτερον δευτέρου τρίτον ἐπήνεγκε τὸ δφέτερον, οὐ πρὸς τὴν ἀκολουθίαν τῶν προσώπων ἀπιδών, ἀλλὰ πρὸς τὴν τῆς λέξεως σημασίαν· σημαίνει γὰρ τὸ σφέτερον ἔσθʼ ὅτε καὶ τὸ ἴδιον. Παρὰ δὲ χρόνους σχηματίζουσι πρῶτον μὲν οἱ τοὺς παρεληλυθότας ἀντὶ ἐνεστώτων παραλαμβάνοντες, ἔπειτα οἱ ἐνεστῶσι χρώμενοι ἀντὶ μελλόντων, οἷον ἐγὼ δέ κʼ ἄγω Βρισηΐδα καλλιπάρῃον. λέγοι γὰρ ἂν οὕτως τὸ βεβαίως ἐσόμενον παραστῆσαι θέλων, ὡς εἴ τις εἴποι, αὔριον διαλέγομαι, οἷον πάντως διαλέξομαι. Παρὰ δὲ διαθέσεις οἱ τοῖς μέσοις ἀορίστοις καὶ μέλλουσιν ἀντὶ ἐνεργητικῶν τὴν σύνταξιν ἁρμόζοντες, εὐπρεπεστέρας τῆς περικοπῆς γινομένης, ἐπεὶ καὶ ἡ τῶν Ἀττικῶν διάλεκτος χαίρει τούτοις. λαμβάνεται δὲ καὶ ὁλόκληρα παθητικὰ ἀντὶ ἐνεργητικῶν πολλάκις, ὅταν μὴ δύσφημος ἢ δυστράπελος ἡ ἐναλλαγὴ μέλλῃ γενήσεσθαι πρὸς τὸ τοῦ λέγοντος πρόσωπον· τὸ γοῦν γράφομαι λέγεται πολλάκις ἀντὶ τοῦ γράφω, οἷον γράφομαι τόνδε παραπρεσβείας· ὅλαι δὲ λέξεις ἀντὶ ἄλλων τιθέμεναι τὴν μὲν σύνταξιν οὐ ξενίζουσιν, ἤτοι δὲ λείπειν τὴν φράσιν ποιοῦσιν ὑπονοεῖν λανθάνουσαι ἢ τὸ διανόημα ἐξαλλάσσουσι.