Οὐρανόϲ. τὰ εἰϲ νοϲ λήγοντα ὀνόματα τριϲύλλαβα ὀξυνόμενα καὶ ἔχοντα τὸ α ϲυνεϲταλμένον πρὸ τέλουϲ μὴ καθαρεῦον οὐδέποτε τὴν ἄρχουϲαν ἔχει φύϲει μακράν, οἷον ἱκανόϲ, καίτοιγε τὸ ῥῆμα ἐξέ τεινε τὸ ι, πείθω πιθανόϲ, εἴδεται ἰδανόϲ, ϲὰϲ ἰδανὰϲ χάριταϲ. ἀγανόϲ, τραγανόϲ, ϲφεδανόϲ, ἑδανόϲ, ὀρφανόϲ, πεδανόϲ, ῥοδανόϲ. ϲημειῶδεϲ ἄρα τὸ οὐρανόϲ, ὅτι ἤρξατο ἀπὸ φύϲει μακρᾶϲ. Ἀλκαῖοϲ δὲ καὶ εἰϲ ω ἀποφαίνεται τὸ ὄνομα, ὠρανὸϲ λέγων κατὰ τροπὴν τῆϲ ου διφθόγγου εἰϲ τὸ ω, καὶ ἄνευ τοῦ υ ὀρανόϲ, ὥϲτε τὸ ἐπιζητούμενον παῤ αὐτῷ λελύϲθαι. καὶ Ϲαπφώ· ψαύην δ᾿ οὐ δοκίμωμ᾿ ὀράνω δυϲαπάχεα. προϲέθηκα μὴ καθαρεῦον, ἵνα μὴ ζητῶμεν περὶ τοῦ «εἱανοῦ ἁπτομένη» (Π 9) κοὶ «ἑανοῦ καϲϲιτέροιο» (Ϲ 613).