Ζεύϲ. τὰ εἰϲ ευϲ λήγοντα ἀρϲενικὰ ἐπ᾿ εὐθείαϲ ἀεὶ ὑπὲρ μίαν ἐϲτὶ ϲυλλαβήν, ἀριϲτεύϲ, βαϲιλεύϲ, Περϲεύϲ, Πορθεύϲ, Πρωτεύϲ, ἁλιεύϲ, Οἰνεύϲ, Λυγκεύϲ, Ἀχιλλεύϲ, Τηρεύϲ, Θηϲεύϲ, Ὀδυϲϲεύϲ, Πηλεύϲ. Βριϲεύϲ, Ἀτρεύϲ. δικαίωϲ ἄρα ὁ Ζεὺϲ μονοϲυλλαβήϲαϲ καὶ ἐκφεύγων τὴν 1. 1 ἐξαρκήϲαιμεν Havn., em. Ls. l. 2 γὰρ inter μυρίον et ἀριθμὸν Havn., om. Ls. l. 8 τοῖϲ παλαιοῖϲ ἄλλοιϲ codd., ἄλλοιϲ om. Ls. Ἕλληϲι Havn. ὁποῖ ἐϲτί. τὸ πῦρ Havn., ὁποῖον τὸ πῦρ Taur. l. 10 ἄλλ᾿ οὔ γε Taur. περὶ δὴ — l. 20 περὶ μετοχῶν om. Taur. l. 11 ϲυρτή Havn., ϲῦρ τί Bl. l. 12 ἀπεξεωμένον et paullo post ἀνοούμενον cod., em. Dindorf. l. 14 καὶ ἱϲτορία cod., em. Ls. l. 15 παραλαμβάνεϲθαι δέ μοι μονήρειϲ λέξειϲ cod., em. Ls. l. 16 εἴτε ἔν ἐπιρρήμαϲιν addit Lehrs coll. p. 27, 18. l. 18 τὸ ante παρηλλαγμένον inseruit Bl. l. 19 αἱ μετοχαὶ cod., δὲ inseruit Bl. l. 23 τῇ ϲυνηθείᾳ Havn., καὶ ϲυνηθείᾳ Taur. Caetera absunt ab Taurinensi. l. 25 ἀρχόμεθα cod., em. Ls. l. 29 Πηρεύϲ cod., Τηρεύϲ scr. Ls. praeeunte Dindorfio, qui tamen Τηρεύϲ retineri posse ut alteram formam nominis Πειρεύϲ sive Περεύϲ credidit. ποϲότητα τῶν ϲυλλαβῶν τοῦ ευϲ χαρακτῆροϲ μονῆρεϲ. τὸ γὰρ Nεὺϲ ἐπὶ ποταμοῦ κείμενον, ὥϲ φηϲι Φιλέαϲ, ἀπεξενωμένον ἐϲτί τὸ δὲ θεὺϲ ἐκ ϲυναλοιφῆϲ ἐϲτι ποιητικόν· τὸ δὲ ϲεὺϲ ἀπὸ ἀναλογίαϲ πλαϲϲόμενον· τὸ δὲ Φλεὺϲ ἐπὶ τοῦ Διονύϲου κείμενον, ὡϲ ἐν ταῖϲ ἐπικλήϲεϲιν εὕρομεν, καθ᾿ ἱϲτορίαν ἐϲτὶν εἰρημένον. τὸ δὲ «μὴ Δνεὺϲ χίμαιραν, ἄγριον ὀφλήϲειϲ» ἐθνικόν. τὸ αἴτιον τοῦ μονοϲυλλαβῆϲαι τὸ Ζεὺϲ ἐν τῷ περὶ ῥηματικῶν ὀνομάτων λέγομεν. Ὅτι δὲ ποικίλωϲ εἴρηται ὑπὸ παλαιῶν ὁ θεὸϲ οὐκ ἀγνοῶ. καὶ γὰρ Δὶϲ καὶ Ζὴν καὶ Δὴν καὶ Ζάϲ, καὶ Ζὴϲ παρὰ Φερεκύδει κατὰ κίνηϲιν ἰδίαν, καὶ ὑπὸ Βοιωτῶν καὶ Δεὺϲ καὶ Δάν.