8. ἐπεὶ τέμνει καὶ κεντίζει ὡϲ εἰπεῖν τὴν γεῦϲιν. καὶ ὀξεῖαν ϲταφυλὴν λέγομεν τὴν κεντρίζουϲαν ἡμῶν τὴν γεῦϲιν. Κυρηναῖοι δὲ τὸ ὄξοϲ ἧδοϲ λέγουϲι κατ’ ἀντίφραϲιν. δύναται δὲ παρὰ τὸ ὀξύ ὄξοϲ ὁ εἰϲ ὀξὺ μεταβεβληκὼϲ οἶνοϲ εἰρῆϲθαι ὀξύϲ ὄξοϲ ὡϲ ταχύϲ τάχοϲ, εὐρύϲ εὐροϲ. οὕτω Φιλόξενοϲ. 9. παρὰ τὸ πέλωρον. μεῖζον γάρ ἐϲτι τῆϲ χήμηϲ καὶ τῶν ἄλλων ὁμοίων ὀϲτρέων. οὕτωϲ Ἡρωδιανὸϲ ἐν Ϲυμποϲί ίῳ.